Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἔσσυτο καὶ γενύων προΐει μένος, αἶψα δὲ σειρῇ
  2. ἐνσχόμενοι μίμνουσιν ἅτʼ ἐν δεσμοῖσιν ὀδόντες
  3. ἀγκύλοι· ἔνθεν ἔπειτα πόνος ῥήϊστος ὀλέσσαι
  4. λάμνην τριγλώχινος ὑπὸ ῥιπῇσι σιδήρου.
  5. ἔξοχα δʼ ἐχθοδοποῖς ἐνὶ κήτεσι μαργαίνουσι
  6. λαιμῷ λαβροσύνῃ τε κυνῶν ὑπέροπλα γένεθλα·
  7. ἔξοχα δʼ ὑβρισταὶ καὶ ἀγήνορες, οὐδέ κεν ἄν τι
  8. ἀντόμενοι τρέσσειαν, ἀναιδείην ἀχάλινον
  9. αἰεὶ κυμαίνουσαν ἐπὶ φρεσὶ λύσσαν ἔχοντες·
  10. πολλάκι δʼ ἰχθυβόλοισι καὶ ἐς λίνον ἀΐξαντες
  11. κύρτοις τʼ ἐμπελάσαντες ἐδηλήσανθʼ ἁλιεῦσιν
  12. ἄγρην ἰχθυόεσσαν, ἑὴν φρένα πιαίνοντες.
  13. τοὺς δέ τις ἀσπαλιεὺς δεδοκημένος ἰχθύσιν αὐτοῖς,
  14. πείρας ἀγκίστρῳ, μενοεικέα ληΐδα θήρης,
  15. ῥηϊδίως ἐρύσει περὶ γαστέρα μαιμώοντας.
  16. Φώκῃ δʼ οὐκ ἄγκιστρα τετεύχαται οὔτε τις αἰχμὴ
  17. τρίγλυφος ἥ κεν ἕλοι κείνης δέμας· ἔξοχα γάρ μιν
  18. ῥινὸς ὑπὲρ μελέων στερεὴ λάχεν, ὄβριμον ἕρκος·
  19. ἀλλʼ ὅτʼ ἐϋπλεκέεσσι λίνοις περικυκλώσωνται
  20. φώκην ἀσπαλιῆες ἐν ἰχθύσιν οὐκ ἐθέλοντες,