Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μηδʼ ἀνέμους νεφέλας τε κατʼ ἠέρα παπταίνοιμι·
  2. οὐ γὰρ ἁλὸς ῥοθίων τόσσος φόβος οὐδʼ ἀλεγεινῆς
  3. ἀνδράσι ναυτιλίης καὶ ὀϊζύος ἣν μογέουσιν,
  4. αἰεὶ δυσκελάδοισι συνιππεύοντες ἀέλλαις,
  5. οὐδʼ ἅλις ὀλλυμένοις διερὸς μόρος, ἀλλʼ ἔτι τοίους
  6. δαιτυμόνας μίμνουσιν, ἀτυμβεύτου δὲ τάφοιο
  7. θηρείου λαιμοῖο μυχοὺς πλήσαντο τυχόντες·
  8. δειμαίνω τοίων ἀχέων τροφόν· ἀλλά, θάλασσα,
  9. χαῖρέ μοι ἐκ γαίης, ἕκαθεν δʼ ἐμοὶ ἤπιος εἴης.
  10. κήτεα μὲν τοίοισιν ἐδῃώσαντο πόνοισιν
  11. ὅσσα δέμας προβέβηκεν ὑπερφυές, ἄχθεα πόντου.
  12. ὅσσα δὲ βαιοτέρων μελέων λάχε, τοῖσι καὶ ἄγρη
  13. βαιοτέρη, θήρεσσι δʼ ἐοικότα τεύχε’ ἔασι,
  14. μείονες ὁρμιαί, μείων γένυς ἀγκίστροιο,
  15. φορβὴ παυροτέρη, γενύων δόλος, ἀντὶ δὲ ῥινῶν
  16. αἰγοδόρων ἁψῖδες ἀναπτόμεναι κολοκύντης
  17. ἀζαλέης θήρειον ἄνω δέμας αὖ ἐρύουσι.
  18. Λάμνης δὲ σκύμνοισιν ὅτʼ ἀντήσωσʼ ἁλιῆες,
  19. πολλάκι καὶ τροπὸν αὐτόν, ἐπαρτέα δεσμὸν ἐρετμοῦ,
  20. λυσάμενοι προὔτειναν ἐν οἴδμασιν· ἡ δʼ ἐσιδοῦσα