Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ταρβεῖ τʼ οὐκέτʼ ἐόντα καὶ οἰχομένοιό περ ἔμπης
  2. πεφρικὼς αὐτοῖσιν ἐνὶ γναθμοῖσιν ὀδόντας.
  3. ὀψὲ δὲ θαρσήσαντες ἀολλέες ἀμφαγέρονται,
  4. θάμβεϊ παπταίνοντες ἐρείπιον ὠμηστῆρος.
  5. ἔνθʼ οἱ μὲν γενύων ὀλοὰς στίχας ἠγάσσαντο,
  6. δεινοὺς χαυλιόδοντας, ἀναιδέας, ἠΰτʼ ἄκοντας
  7. τριστοιχεὶ πεφυῶτας ἐπασσυτέρῃσιν ἀκωκαῖς·
  8. ἄλλοι δʼ ὠτειλὰς πολυδηρίτοιο πελώρου
  9. χαλκοτόρους ἀφόωσιν· ὁ δʼ ὀξύπρωρον ἄκανθαν
  10. θηεῖται σμερδνοῖσιν ἀνισταμένην σκολόπεσσιν·
  11. ἄλλοι δʼ ἀλκαίην, ἕτεροι πολυχανδέα νηδὺν
  12. καὶ κεφαλὴν ἀπέλεθρον ὁρώμενοι ἠγάσσαντο.
  13. καί τις ἀνὴρ ὁρόων βλοσυρὸν δάκος Ἀμφιτρίτης
  14. ἤθεσιν ἐν τραφεροῖσι πολὺ πλέον ἠὲ νέεσσι
  15. δηθύνων ἑτάροισι μετέννεπεν ἐγγὺς ἐοῦσι·
  16. Γαῖα, φίλη θρέπτειρα, σὺ μὲν τέκες ἠδʼ ἐκόμισσας
  17. φορβῇ χερσαίῃ· κόλποις δʼ ἐνὶ σεῖο θάνοιμι,
  18. ἦμαρ ὅτʼ ἀντήσειε τὸ μόρσιμον· ἔργα δὲ πόντου
  19. εὐμενέοι, χέρσῳ δὲ Ποσειδάωνα σέβοιμι·
  20. μηδέ μʼ ἐν ἀργαλέοις ὀλίγον δόρυ κύμασι πέμποί,