Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δὴ τότε θαρσαλέως πρώρης ἄπο θηρὶ πελώρῳ
  2. πῆμα δόλου προὔθηκαν· ὁ δʼ ὡς ἴδε δαῖτα βαρεῖαν,
  3. ἆλτο καὶ οὐκ ἀμέλησεν ἀναιδέϊ γαστρὶ πιθήσας·
  4. μάρψε δʼ ἐπιθύσας γναμπτὸν μόρον, αὐτίκα δʼ εἴσω
  5. ἄγκιστρον κατέδυ τεθοωμένον εὐρέϊ λαιμῷ,
  6. ἐν δʼ ἐπάγη γλωχῖσιν· ὁ δʼ ἕλκεϊ θυμὸν ὀρινθεὶς
  7. πρῶτα μὲν ἀσχαλόων ὀλοὴν γένυν ἀντία πάλλει,
  8. χαλκείην θώμιγγα διαρραῖσαι μενεαίνων·
  9. ἀλλʼ ἄρα οἱ κενεὸς τέταται πόνος· ἔνθεν ἔπειτα
  10. σπερχόμενος φλογέῃσιν ἐποχθίζων ὀδύνῃσι
  11. δύεται ἐν κόλποισιν ὑποβρυχίοισι θαλάσσης·
  12. τῷ δὲ τάχʼ ἀσπαλιῆες ἐπιτρωπῶσιν ἅπασαν
  13. ὁρμιήν· οὐ μὲν γὰρ ἔνι σθένος ἀνθρώποισιν
  14. ὅσσον τʼ αὖ ἐρύσαι καὶ ἀναινόμενον δαμάσασθαι
  15. βριθὺ πέλωρ· ῥέα γάρ σφε σὺν αὐτοῖς σέλμασι νηῶν
  16. ἑλκύσει ποτὶ βυσσόν, ὅθʼ ὁρμήσειε φέρεσθαι.
  17. οἱ δέ οἱ ὁρμιῇ προσαρηρότας εὐρέας ἀσκοὺς
  18. πνοιῆς ἀνδρομέης πεπληθότας εὐθὺς ἐς ὕδωρ
  19. δυομένῳ πέμπουσιν· ὁ δʼ ὀχθίζων ὀδύνῃσι
  20. ῥινῶν οὐκ ἀλέγει, κατὰ δʼ ἔσπασεν οὐκ ἐθέλοντας