Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ῥηϊδίως ἄκροιο λιλαιομένους ἁλὸς ἀφροῦ.
  2. ἀλλʼ ὁπότʼ ἐς δάπεδον πελάσῃ μεμογηότι θυμῷ,
  3. στῆ ῥα μέγʼ ἀφριόων, τετιημένος· ὡς δέ τις ἵππος
  4. ἱδρῶτʼ ἐξανύσας καματώδεα τέρματος ἄκρου
  5. ἀφρῷ ὑφʼ αἱματόεντι γένυν σκολιοῖσι χαλινοῖς
  6. ἐμπρίει, θερμὸν δὲ διὰ στόμα κίδναται ἆσθμα,
  7. ὣς ὁ μέγʼ ἀσθμαίνων ἀμπαύεται, οὐδέ οἱ ἀσκοὶ
  8. μίμνειν ἱεμένῳ περ ἐπιτρωπῶσιν ἔνερθεν,
  9. αἶψα δʼ ἄνω σπεύδουσι καὶ ἔξαλοι ἀΐσσουσι
  10. πνοιῇ ἀειρόμενοι· τῷ δʼ ἵσταται ἄλλος ἄεθλος.
  11. ἔνθʼ ἤτοι πρῶτον μὲν ἐπαΐσσει γενύεσσι
  12. ῥιπὴν μαψιδίην, λελιημένος αὖ ἐρύοντα
  13. δέρματʼ ἀμύνεσθαι· τὰ δʼ ἀνίπταται οὐδέ ἑ μίμνει,
  14. φεύγει δὲ ζωοῖσιν ἀλευομένοισιν ὁμοῖα·
  15. αὐτὰρ ὅ γʼ ἀσχαλόων μυχάτην πάλιν ἵεται ἅλμην,
  16. πολλὰς δὲ στροφάλιγγας ἑλίσσεται, ἄλλοτʼ ἀνάγκῃ,
  17. ἄλλοθʼ ἑκών, ἕλκων τε καὶ ἑλκόμενος παλίνορσος.
  18. ὡς δʼ ὅτε δουροτόμοι ξυνὸν πόνον ἀθλεύωσι
  19. πρίονος ἐγκονέοντες, ὅτε τρόπιν ἠέ τινʼ ἄλλην
  20. χρειὼ πλωτήρεσσιν ἐπισπεύδουσι τελέσσαι,