Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. λευγαλέην ἀνέχοιτο βίην καὶ χάσματος αἰχμάς·
  2. δεσμῷ δʼ ἐν μεσάτῳ τροχοειδέα κύκλα τέτυκται
  3. πυκνὰ παρʼ ἀλλήλοισιν, ἅ κεν στροφάλιγγας ἐρύκοι
  4. φοιταλέας, μηδʼ ἰθὺς ἀπορρήξειε σίδηρον
  5. αἱμάσσων, ὀλοῇσι περισπερχὴς ὀδύνῃσιν,
  6. ἀλλὰ περιστροφάδην πλαγκτὸν δρόμον εἱλίσσοιτο.
  7. δαῖτα δʼ ἐπʼ ἀγκίστρῳ δυστερπέα πορσύνουσι
  8. ταύρειον μέλαν ἧπαρ ἀπόκριτον ἠὲ καὶ ὦμὸν
  9. ταύρειον γενύεσσιν ἐοικότα δαινυμένοιο.
  10. πολλαὶ δʼ ἀγρευτῆρσιν ὁμόστολοι ὥστʼ ἐς Ἄρηα
  11. θήγονται κρατεραί τʼ ἀκίδες στιβαραί τε τρίαιναι,
  12. ἅρπαι, βουπλῆγές τε βαρύστομοι, ὅσσα τε τοῖα
  13. ἄκμοσι δυσκελάδοις ῥαιστήρια χαλκεύονται·
  14. ἐσσυμένως δʼ ἀκάτοισιν ἐϋσέλμοις ἐπιβάντες,
  15. σιγῇ νευστάζοντες ὅ τι χρέος ἀλλήλοισι,
  16. στέλλονται, κώπῃσι δʼ ὑπʼ εὐκήλοισι θάλασσαν
  17. ἀτρέμα λευκαίνουσι, φυλασσόμενοι μάλα δοῦπον,
  18. μή τι μάθοι μέγα κῆτος ἀλευόμενόν τε νέοιτο
  19. βυσσὸν ὑποβρυχίην, ἅλιον δέ κε μόχθου ἄροιντο.
  20. ἀλλʼ ὅτε οἱ πελάσωσιν ὁμαιχμήσωσί τʼ ἀέθλῳ,