Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὣς τότε θαρσαλέως ἁλιεὺς στρατὸς ἐγκονέουσιν
  2. ἄφρακτον μετὰ θῆρα, πεφασμένου ἰθυντῆρος·
  3. τοῦ δʼ ἤτοι πρῶτον μὲν ἐνὶ φρεσὶ τεκμαίρονται
  4. ἄχθος ὅσον μέγεθός τε· τὰ δʼ ἔπλετο σήματα γυίων·
  5. εἰ μὲν γὰρ πόντοιο κυλινδόμενον μετὰ δίναις
  6. βαιὸν ὑπερτέλλοιτο ῥάχιν λοφιήν τε φαεῖνον
  7. ἄκρην, ἦ μέγα κεῖνο καὶ ἔξοχον· οὐδὲ γὰρ αὐτὴ
  8. ῥηϊδίως φορέει μιν ἀνοχλίζουσα θάλασσα·
  9. εἰ δέ τι καὶ νώτοιο φαείνεται, οὐ τόσον ἄχθος
  10. ἀγγέλλει· κοῦφαι γὰρ ἀφαυροτέροισι κέλευθοι.
  11. τοῖσιν δʼ ὁρμιὴ μὲν ἐπασσυτέραις ἀραρυῖα
  12. θωμίγγων ξυνοχῇσι πολυστρεφέεσσι τέτυκται,
  13. ὅσσος τε πρότονος νηὸς πέλει οὔτε βαθείης
  14. οὔτʼ ὀλίγης· μῆκος δὲ τιταίνεται ἄρκιον ἄγρῃ·
  15. ἄγκιστρον δʼ εὐεργὲς ἐπημοιβαῖς κεχάρακται
  16. γλωχίνων προβολῇσιν ἀκαχμένον ἀμφοτέρωθεν,
  17. οἷον καὶ πέτρην ἑλέειν καὶ ῥωγάδα πεῖραι,
  18. τόσσον ἴτυν κρυερήν, ὅσσον περὶ χάσμα καλύψαι.
  19. δινωτὴ δʼ ἅλυσις περιβάλλεται ἄκρα κελαινοῦ
  20. ἀγκίστρου, στιβαρή, χαλκήλατος, ἥ κεν ὀδόντων