Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μίμνειν ἐν κευθμῶσιν, ἀτυζόμενοι δὲ χέονται
  2. ἐκτὸς ἀπὸ σπιλάδων· ἡ δέ σφισι πουλὺ θάλασσα
  3. πικροτέρη· τοῖον γὰρ ἐν οἴδμασι πῆμα πέφυρται.
  4. οἱ δʼ ὥστʼ οἰνοβαρεῖς, ὀλοῇ μεθύοντες ἀϋτμῇ,
  5. πάντῃ δινεύουσι καὶ οὔποθι χῶρον ἔχουσι
  6. λειπόμενον κακότητος, ἐπαΐγδην δὲ λίνοισι
  7. σπερχόμενοι πίπτουσι, διεκθορέειν μεμαῶτες·
  8. ἀλλʼ οὔ τις χαλεπῆς ἄτης λύσις οὐδʼ ἀλεωρή·
  9. πολλῇ δὲ ῥιπῇ τε καὶ ἅλματι κυμαίνονται
  10. τειρόμενοι· τὸ δὲ πολλὸν ἐπιτρέχει Ἀμφιτρίτῃ
  11. ὀλλυμένων φύσημα, τό τʼ ἰχθύσιν ἔπλετο δειλοῖς
  12. οἰμωγή· τοὶ δʼ ἐκτὸς ἐπʼ ἄλγεσιν ἀσπαλιῆες
  13. τερπόμενοι μίμνουσιν ἀκηδέες, εἰσόκε σιγὴ