Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πόντον ἕλῃ, φλοίσβου τε καὶ ἀργαλέοιο κυδοιμοῦ
  2. παύσωνται, στονόεσσαν ἀποπνεύσαντες ἀϋτμήν.
  3. καὶ τότʼ ἀπειρέσιον νεκύων ἐρύουσιν ὅμιλον
  4. ξυνῷ τεθνηῶτας ὁμοῦ λωβήτορι πότμῳ.
  5. ὡς δʼ ὅτε δυσμενέεσσιν ἐπιστήσωνται Ἄρηα,
  6. φροῦδον ἐελδόμενοι ῥαῖσαι πόλιν, οὐδʼ ἀνιεῖσι
  7. πήματα βουλεύοντες ἐπί σφισιν, ἀλλὰ καὶ ὕδωρ
  8. κρηνάων φάρμαξαν ὀλέθριον· οἱ δʼ ἐπὶ πύργοις
  9. λιμῷ τʼ ἀργαλέῳ καὶ ὀϊζύϊ μοχθίζοντες
  10. ὕδατί τʼ ἐχθοδοπῷ στυγερὸν καὶ ἀεικέα πότμον
  11. ὄλλυνται, νεκύων δὲ πόλις πέπληθεν ἅπασα·
  12. ὣς οἱ λευγαλέῳ τε μόρῳ καὶ ἀδευκέϊ πότμῳ
  13. ἀνδράσι φαρμάκτῃσιν ὑποδμηθέντες ὄλοντο.