Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τοὶ δὲ περιστήσαντο λίνων εὐερκέα πάντῃ
  2. δίκτυα κυκλώσαντες, ἅτʼ ἀνδράσι δυσμενέεσσι
  3. διπλὰ περιπροβαλόντες ἀνάρσια τείχεα πέτρης.
  4. καὶ τότʼ ἀνὴρ ἄργιλον ὁμοῦ πίειραν ἀείρας
  5. ῥίζαν θʼ, ἣν κυκλάμινον ἐφήμισαν ἰητῆρες,
  6. μίξας ἐν παλάμῃσι δύω φυρήσατο μάζας·
  7. πόντῳ δʼ ἐγκατέπαλτο λίνων ὕπερ, ἀμφὶ δʼ ἄρʼ αὐταῖς
  8. κοιλάσι καὶ θαλάμῃσι δυσαέα φάρμακʼ ἄλειψε
  9. χρίσματος ἐχθοδοποῖο καὶ ἐξεμίηνε θάλασσαν.
  10. καὶ τὸν μὲν παλίνορσον ὀλέθρια φαρμάξαντα
  11. δέξατο ναῦς· τοὺς δʼ αἶψα κακὴ καὶ ἀνάρσιος ὀδμὴ
  12. πρῶτα μὲν ἐν θαλάμῃσιν ἱκάνεται· ἀχλύϊ δʼ ὄσσε
  13. καὶ κεφαλὴ καὶ γυῖα βαρύνεται, οὐδὲ δύνανται