Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οὐρὴν ἡγήτειραν ὑπὸ στόμα δεσμὸν ἔχοντα.
  2. πολλάκι δὲ προβαλόντος ἑὴν ἔντοσθεν ἁλόντος
  3. οὐρὴν ἄλλος ἔμαρψε καὶ ἐξείρυσσε θύραζε
  4. ἑσπόμενον· τοιοῖσδε νοήμασι πότμον ἄλυξαν.
  5. ὡς δʼ ὅτε παιπαλόεσσαν ἀναστείχωσι κολώνην
  6. φῶτες ὑπὸ σκιερῆς νυκτὸς κνέφας, ἡνίκα μήνη
  7. κέκρυπται, νεφέων δὲ κελαινιόωσι καλύπτραι,
  8. οἱ δʼ ὄρφνῃ μογέουσι καὶ ἀτρίπτοισι κελεύθοις
  9. πλαζόμενοι, χεῖράς τε μετʼ ἀλλήλοισιν ἔχουσιν,
  10. ἑλκόμενοί θʼ ἕλκουσι, πόνων ἐπίκουρον ἀμοιβήν·
  11. ὣς οἵ γʼ ἀλλήλοισιν ἀμοιβαίῃ φιλότητι
  12. ἀλκτῆρες γεγάασι· τὸ δέ σφισι μήσατʼ ὄλεθρον
  13. δειλαίοις, ὀλοοῦ δὲ καὶ ἀλγινόεντος ἔρωτος
  14. ἠντίασαν, βλαφθέντες ἐπιφροσύναις ἁλιήων.
  15. τέσσαρες ἐμβεβάασι θοὸν σκάφος ἀγρευτῆρες,
  16. τῶν ἤτοι δοιοὶ μὲν ἐπηρέτμοισι πόνοισι
  17. μέμβλονται, τρίτατος δὲ δολόφρονα μῆτιν ὑφαίνει.
  18. θῆλυν ἀναψάμενος σύρει σκάρον ἀκροτάτοιο
  19. χείλεος ἐν δίνῃσι λινοζεύκτῳ ὑπὸ δεσμῷ·
  20. ζωὴν μὲν κέρδιστον ἀνελκέμεν· ἢν δὲ θάνῃσι,