Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δελφῖνος μολίβοιο μετὰ στόμα δέξατο τέχνην.
  2. μηρίνθου δʼ ἑτέρωθεν ἐλήλαται ἄλλος ὄπισθεν
  3. δινωτὸς μολίβοιο βαρὺς κύβος ἅμματος ἄκρου·
  4. καί ῥʼ ἡ μὲν ζωῇ ἐναλίγκιος ἐν ῥοθίοισιν
  5. ἑλκομένη θήλεια τιταίνεται ἐξ ἁλιῆος.
  6. τέτρατος αὖ κύρτοιο βαθὺν δόλον ἀντίον ἕλκει
  7. ἐγγύθεν· οἱ δʼ ὁρόωντες ἀολλέες ἰθὺς ἴενται
  8. κραιπνὸν ἐπειγόμενοι βαλιοὶ σκάροι, ὄφρα ῥύωνται
  9. ἑλκομένην, ἀπάτην δὲ περιπροθέουσιν ἁπάντῃ,
  10. οἴστρῳ θηλυμανεῖ βεβιημένοι· οἱ δʼ ἐλάτῃσι
  11. νῆα κατασπέρχουσιν ὅσον σθένος· οἱ δʼ ἐφέπονται
  12. ἐσσυμένως· τάχα δέ σφι πανύστατος ἔπλετʼ ἀρωγή.
  13. εὖτε γὰρ ἀγρομένους τε καὶ ἄσχετα μαιμώοντας
  14. θηλείης ἐπὶ λύσσαν ἴδῃ νόος ἀσπαλιῆος,
  15. ἐν κύρτῳ κατέθηκεν ὁμοῦ λίνον ἠδὲ μόλιβδον,
  16. ὃς σκάρον ἐμβαρύθων εἴσω σπάσεν· οἱ δʼ ἄρʼ ὁμαρτῆ,
  17. ὡς ἴδον, ὡς ἐκέχυντο παραφθαδόν, Ἄϊδος ἕρκος
  18. πλεκτὸν ἐπισπεύδοντες, ἐπειγομένοις δὲ λόχοισι
  19. στείνονται προβολαί τε λύγων καὶ χάσμα πυλάων
  20. ἀργαλέον· τοῖοι γὰρ ἐπισπέρχουσι μύωπες.