Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καὶ πόθον ὀξυβελῆ στικτοὶ σκάροι, οὐδʼ ἐνὶ μόχθοις
  2. ἀλλήλους λείπουσιν, ἀλεξητῆρι δὲ θυμῷ
  3. πολλάκι μὲν πληγέντος ὑπʼ ἀγκίστροιο δαφοινοῦ
  4. ἄλλος ἐπαΐξας πρόμαχος σκάρος ἰχθὺς ὀδοῦσιν
  5. ὁρμιὴν ἀπέκερσε καὶ ἐξεσάωσεν ἑταῖρον
  6. καὶ δόλον ἠμάλθυνε καὶ ἀσπαλιῆ’ ἀκάχησεν.
  7. ἤδη δʼ ἐν κύρτοισι παλιμπλεκέεσσιν ἁλόντα
  8. ἄλλος ὑπεξέκλεψε καὶ ἐξείρυσσεν ὀλέθρου·
  9. εὖτε γὰρ ἐς κύρτοιο πέσῃ λόχον αἰόλος ἰχθύς,
  10. αὐτίκʼ ἐπεφράσθη τε καὶ ἐκδῦναι κακότητος
  11. πειρᾶται, τρέψας δὲ κάτω κεφαλήν τε καὶ ὄσσε
  12. ἔμπαλιν εἰς οὐρὴν ἀνανήχεται ἕρκος ἀμείβων·
  13. ταρβεῖ γὰρ σχοίνους ταναηκέας, αἳ πυλεῶνι
  14. ἀμφιπεριφρίσσουσι καὶ οὐτάζουσιν ὀπωπὰς
  15. ἀντίον ἐρχομένοιο, φυλακτήρεσσιν ὁμοῖαι.
  16. οἱ δέ μιν εἰσορόωντες ἀμήχανα δινεύοντα
  17. ἔκτοθεν ἀντιόωσιν ἀρηγόνες, οὐδʼ ἐλίποντο
  18. τειρόμενον· καί πού τις ἑὴν ὤρεξε διασχὼν
  19. οὐρὴν ἠΰτε χεῖρα λαβεῖν ἔντοσθεν ἑταίρῳ·
  20. αὐτὰρ ὀδὰξ μὲν ἔρεισεν , ὁ δʼ ἔσπασεν ἄϊδος ἔξω