Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἐς βυθὸν ἠερόεντα περικρατὲς ἧκαν ἔνερθε
  2. πυθμένος εἰλατίνου κρατερὸν σθένος· αἶψα δὲ ῥιπῇ
  3. σπερχόμενον, μολίβῳ τε καταρρεπὲς ἠδὲ σιδήρῳ,
  4. σεύεται ἐς νεάτας ῥίζας ἁλός, ἔνθʼ ἀμενηναῖς
  5. πηλαμύσι προὔτυψεν ἐν ἰλύσι πεπτηυίαις·
  6. σὺν δʼ ἕλε σύν τʼ ἐτόρησεν ὅσον κίχε δειλὸν ὅμιλον.
  7. οἱ δὲ θοῶς ἀνέρυσσαν ἐληλαμένας περὶ χαλκῷ
  8. παλλομένας ἐλεεινὰ σιδηρείῃς ὀδύνῃσι.
  9. τὰς δέ τις εἰσορόων καί κεν θρασυκάρδιος ἀνὴρ
  10. οἰκτείραι θήρης τε δυσαγρέος ἠδὲ μόροιο·
  11. τῆς μὲν γὰρ λαγόνεσσιν ἐλήλατο δουρὸς ἀκωκή,
  12. τῆς δὲ κάρη ξυνέπειρε θοὸν βέλος, ἡ δʼ ὑπὲρ οὐρὴν
  13. οὔτασται, νηδὺν δʼ ἑτέρης, ἄλλης δʼ ἕλε νῶτα
  14. δριμὺς ἄρης, ἄλλη δὲ μέσον κενεῶνα πέπαρται.
  15. ὡς δʼ ὁπότε, κρινθέντος ἐνυαλίοιο κυδοιμοῦ,
  16. δουριφάτους κονίης τε καὶ αἵματος ἐξανελόντες
  17. εὐνὴν ἐς πυρόεσσαν ἑοὶ στέλλωσιν ἑταῖροι
  18. μυρόμενοι· τὰ δὲ πολλὰ καὶ αἰόλα σώμασι νεκρῶν
  19. ἕλκεα παντοῖαί τε βολαὶ πλήθουσιν Ἄρηος·
  20. ὣς καὶ πηλαμύδεσσιν ἐπιπρέπει ἕλκεα πάντῃ,