Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τίκτεται, ἠβαιοῖσιν ὅσʼ ἰχθύσι δαῖτας ὀφέλλει.
  2. ἔνθα καὶ ἀρτιγόνοισι πέλει πρώτιστα κέλευθα
  3. πηλαμύδων ἑσμοῖσιν, ἐπεὶ περιώσιον ἄλλων
  4. εἰναλίων φρίσσουσι δυσαέα χείματος ὁρμήν·
  5. χεῖμα δὲ πηλαμύδεσσιν ἀπαμβλύνει φάος ὄσσων.
  6. ἔνθα δʼ ἐν εὐρωποῖσιν ἁλὸς λαγόνεσσι πεσοῦσαι
  7. αὔτως δηθύνουσιν, ἀεξόμεναι δὲ μένουσι
  8. λαρὸν ἔαρ· τῇ δέ σφι καὶ ἵμερος ἄνεται εὐνῆς·
  9. πλησάμεναι δὲ τόκοιο παλίμποροι αὖτις ἵενται
  10. πατρῷον μετὰ κῦμα, μόγον δʼ ἀπὸ γαστρὸς ἔθεντο.
  11. τὰς δʼ ἤτοι Μέλανος μὲν ὑπὲρ βαθὺ λαῖτμα πόροιο
  12. Θρήϊκες ἀγρώσσουσιν ἀπηνέϊ χείματος ὥρῃ,
  13. θήρην ἀργαλέην καὶ ἀτερπέα, δηϊοτῆτος
  14. θεσμὸν ὑφʼ αἱματόεντα καὶ ἄγριον αἶσαν ὀλέθρου.
  15. ἔστι τις οὐ δολιχὴ μὲν ἀτὰρ πάχος ὅττι μεγίστη,
  16. μῆκος ὅσον πῆχυς, στιβαρὴ δοκίς· ἐν δέ οἱ ἄκρῃ
  17. πολλὴ μὲν μολίβοιο χύσις, πολλαὶ δὲ σιδήρου
  18. αἰχμαὶ τριγλώχινες ἐπασσύτεραι πεφύασι·
  19. πεῖσμα δέ μιν περίμηκες ἐΰπλοκον ἀμφιβέβηκε.
  20. δουρὶ δʼ ἀναπλώσαντες, ἁλὸς πόρος ἔνθα βάθιστος,