Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εἴδωλον πολέμοιο, φίλον γε μὲν ἀσπαλιεῦσιν.
  2. ἄλλοι δʼ αὖ κούφοισι λίνοις ἕλον ἔθνε’ ἀφαυρῶν
  3. πηλαμύδων· αἰεὶ γὰρ ἀνὰ κνέφας, ὅττι κεν ἅλμῃ
  4. ἐμπίπτῃ, τρομέουσι, φόβον δʼ ὀρφναῖον ἔχουσιν·
  5. ὄρφνῃ δʼ ἀγρώσσονται, ἀτυζόμεναι κατὰ βένθος.
  6. δίκτυα γὰρ μάλα κοῦφα λίνων στήσαντες ἐλαφρῶν
  7. κυκλόσε δινεύουσι, βίῃ θείνοντες ἐρετμοῖς
  8. νῶτον ἁλός, κοντοῖς τε καταΐγδην κτυπέουσιν·
  9. αἱ δʼ ὑπό μαρμαρυγῆς ταχυήρεος ἠδʼ ὁμάδοιο
  10. φυζαλέαι θρώσκουσι, λίνου δʼ εἰς κόλπον ἵενται
  11. ἀτρέμας ἑστηῶτος, ὀιόμεναι σκέπας εἶναι,
  12. νήπιαι, αἳ δούποιο φόβῳ μόρον εἰσεπέρησαν.
  13. ἔνθʼ οἱ μὲν σχοίνοισιν ἐπισπέρχουσʼ ἑκάτερθε,
  14. δίκτυον ἐξερύοντες ἐπʼ ᾐόνας· αἱ δʼ ὁρόωσαι
  15. σχοίνους κινυμένας, ἀνεμώλια δείματʼ ἔχουσαι,
  16. εἰλόμεναι πτήσσουσι καὶ ἀθρόαι ἐσπείρηνται.
  17. πολλά κεν ἀγραίοισι τότʼ ἀρήσαιτο θεοῖσι
  18. δικτυβόλος, μήτʼ οὖν τι θορεῖν ἔκτοσθε λίνοιο,
  19. μήτε τι κινύμενον δεῖξαι πόρον· ἢν γὰρ ἴδωνται
  20. πηλαμύδες, τάχα πᾶσαι ὑπὲρ κούφοιο λίνοιο