Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καί πού τις βουπλῆγα βαρύστομον ἰθὺς ἀείρας
  2. ἐγγραύλεις ἐτίναξε καὶ οὐ διέκερσε σιδήρῳ
  3. στῖφος ἅπαν, βαιὴν δʼ ἀγέλης ἀπεδάσσατο μοῖραν·
  4. καὶ τῆς μὲν κεφαλὴν πέλεκυς τάμε, τὴν δʼ ἐκόλουσεν
  5. οὐρῆς, τὴν δʼ ἤμησε μέσην, τὴν δʼ εἷλεν ἅπασαν.
  6. οἰκτρὸν ἰδεῖν μογεροῖσιν ἐοικότα σώματα νεκροῖς.
  7. αἱ δʼ οὐδʼ ὣς ἐλάθοντο καὶ οὐκ ἀνέηκαν ἔχουσαι
  8. δεσμὸν ἑόν· τοῖός τις ἐπί σφισι γόμφος ἄρηρε.
  9. καί κέν τις παλάμῃσιν ἅτε ψαμάθοιο βαθείης
  10. ἀντιάσας κείνῃσιν ἐπʼ ἰχθύσιν ἀμήσαιτο.
  11. τὰς δʼ ὁπότε φράσσωνται ἐπί σφισι πεπτηυίας
  12. ἰχθυβόλοι, κοίλῃσι περιπτύσσουσι σαγήναις
  13. ἀσπασίως, πολλὴν δὲ ποτὶ ῥηγμῖνας ἄγουσιν
  14. ἄγρην νόσφι πόνοιο καὶ ἄγγεα πάντʼ ἀφύῃσιν
  15. ἔν τʼ ἀκάτους ἔπλησαν, ἐπʼ ἠϊόσι δὲ βαθείαις
  16. θημῶνας νήησαν, ἀπειρεσίην χύσιν ἄγρης.
  17. οἷον δʼ ἐργατίναι Δηοῦς πόνον ἐκτελέσαντες,
  18. πνοιῇς χερσαίοις τε διακρίναντες ἐρετμοῖς
  19. καρπόν, ἐϋτροχάλοιο μέσον κατὰ χῶρον ἀλωῆς
  20. πολλὸν ἐνηήσαντο, περιπλήθουσα δὲ πάντῃ