Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὑψόσʼ ἀναπλώσῃ καὶ ὑπʼ ἀγρευτῆρι γένηται.
  2. ὡς δʼ ὅτε τις πλείου πειρώμενος ἀμφιφορῆος
  3. αὐλὸν ἔχων ἤρεισεν ὑπὸ στόμα φυσητῆρα,
  4. ἄσθματι δʼ αὖ ἐρύει μέθυος ποτὸν ἔμπαλιν ἕλκων
  5. χείεσιν ἀκροτάτοις, τὸ δʼ ἀνατρέχει ἀνδρὸς ἀϋτμῇ·
  6. ὣς αἵ γʼ ἐγχέλυες πνοιῆς ὕπο κυμαίνουσαι
  7. ἕλκονται δολίοιο ποτὶ στόμα φυσητῆρος.
  8. ἔστι δέ τις νεπόδων δειλὸς καὶ ἄκικυς ὅμιλος,
  9. ἀβληχρῆς ἀφύης ἀδινὸν γένος, αἳ καλέονται
  10. ἐγγραύλεις· ἀγαθὴ δὲ βόσις πάντεσσιν ἔασιν
  11. ἰχθύσιν· αἰεὶ δέ σφιν ἐνὶ φρεσὶ φῦζα δέδηε,
  12. πάντα δʼ ὑποτρομέουσι, σὺν ἀλλήλαις δὲ χυθεῖσαι
  13. σωρηδὸν μίμνουσι καὶ ἀθρόαι ἐμπεφύασιν,
  14. ἠΰτʼ ἀναγκαίοιο βίην δεσμοῖο φέρουσαι·
  15. οὐδέ κε μητίσαιο διάκρισιν εὐρέος ἐσμοῦ
  16. οὐδὲ λύσιν· τοῖον γὰρ ἐν ἀλλήλῃσιν ἔχονται.
  17. πολλάκι μὲν καὶ νῆες ἐν ἕρμασιν ἠΰτʼ ἔκελσαν
  18. κείναις, πολλάκι δέ σφιν ἐνιπλήσσουσιν ἐρετμοῖς
  19. κληΐδων ἐλατῆρες, ἐνέσχετο δʼ ἱεμένη περ
  20. κώπη, πετραίης ἅτε χοιράδος ἀντιτυχοῦσα·