Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πυκνὰ καταζεύξειεν ἀνακλίνων γενύεσσιν
  2. ἄγκιστρʼ ἀλλήλοισι παρασχεδόν, οἷς ἔπι σῶμα
  3. ποικίλον ἐμπείρειεν ἰουλίδος, ὕπτια χαλκοῦ
  4. δήγματʼ ἐπικρύπτων, γλαυκοῖς δʼ ἐνὶ βένθεσι λίμνης
  5. τοῖον ἀναψάμενος σύροι δόλον· ἡ δʼ ἐσιδοῦσα
  6. τευθὶς ἐφωρμήθη τε καὶ ἀμφιέπουσα πιέζει
  7. ἰκμαλέοις θυσάνοις, ἐπάγη δʼ ἐνὶ χείλεσι χαλκοῦ·
  8. οὐδʼ ἔτι καὶ μεμαυῖα λιπεῖν δύνατʼ, ἀλλʼ ἀέκουσα
  9. ἕλκεται, αὐτόπλεκτον ἑὸν δέμας ἀμφιβαλοῦσα.
  10. καὶ μέν τις λιμένεσσι παρʼ ἀκλύστοισι θαλάσσης
  11. ἄγρην ἐγχελύων τεχνήσατο κοῦρος ἀθύρων.
  12. ἔντερον οἰὸς ἑλὼν περιμήκετον ἧκε καθʼ ὕδωρ
  13. ἐκτάδιον, δολιχῇσιν ἀλίγκιον ὁρμιῇσιν·
  14. ἡ δʼ ἐσιδοῦσʼ ἐπόρουσε καὶ ἔσπασε· τὴν δὲ χανοῦσαν
  15. ἔγνω καὶ μήλειον ἄφαρ κύρτωσεν ἀϋτμῇ
  16. ἔγκατον ἐμπνείων· τὸ δʼ ἀνίσταται ἄσθματι λάβρῳ
  17. οἰδαλέον, πλῆσεν δὲ τιταινόμενον στόμα δειλῆς
  18. ἐγχέλυος· πνοιῇ δὲ περιστένεται μογέουσα
  19. ἀνδρομέῃ, δέδεται δὲ καὶ ἱεμένη περ ἀλύξαι,
  20. εἰσόκεν οἰδαίνουσα καὶ ἄσχετον ἀσθμαίνουσα