Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. βριθὺν ὑφορμιστῆρα· τὰ μὲν μάλα πάντα καθʼ ὕδωρ
  2. ἀτρέμα δινεύουσι· φιλόσκια δʼ αὐτίκα φῦλα
  3. ἱππούρων ἀγεληδὸν ἀγείρεται, ἀμφὶ δὲ νῶτα
  4. τερπόμενοι δονάκεσσιν ἀνατρίβουσι μένοντες·
  5. τοῖς δὲ τότʼ ἀσπαλιῆες ἐπιπλώουσιν ἑτοίμην
  6. εἰς ἄγρην, ἄγκιστρα δʼ ὑπʼ εἴδασιν ὁπλίσσαντες
  7. πέμπουσʼ, οἱ δʼ ἐρύουσιν ἅμα σπεύδοντες ὄλεθρον.
  8. ὡς δὲ κύνας βρώμῃσιν ἀνὴρ ἐπὶ μῶλον ὀρίνει
  9. δινεύων μέσσοισιν ἑλώρια, τοὶ δʼ ἐπὶ γαστρὶ
  10. ἔξοχα μαργαίνοντες ὑποφθαδὸν ἅρπαγι λύσσῃ
  11. ἀλλήλους προθέουσι καὶ ἐς χέρα παπταίνουσιν
  12. ἀνδρός, ὅπῃ ῥίψειεν, ἔρις δʼ ἀναφαίνετʼ ὀδόντων·
  13. ὣς οἵ γʼ ἀγκίστροισιν ἐπαΐσσουσιν ἑτοίμως.
  14. ῥηϊδίως δʼ ἀγρευτὸν ἐρύσσεαι ἄλλον ἐπʼ ἄλλῳ
  15. κραιπνὸς ἐών· αὐτοὶ γὰρ ἐπισπεύδουσʼ ἁλιήων
  16. μᾶλλον, ὑπʼ ἀφραδίῃσιν ἑὸν μόρον ἐγκονέοντες.
  17. Τοίῃ ἐπιφροσύνῃ καὶ πομπίλον ἀγρώσσονται·
  18. καὶ γὰρ τοῖς ἴσον ἦτορ ἐπὶ σκιεροῖσι πόθοισι.
  19. Τευθίσι δʼ ἄτρακτόν τις ἀνὴρ ἐπιμηχανόῳτο,
  20. ἐντύνων κλωστῆρι πανείκελον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ