Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. αἰγὶ περισαίνοντες ἐοικότα δήϊον ἄνδρα·
  2. δύσμοροι, ὡς ὀλοοῖο τόχʼ ἀντιόωσιν ἑταίρου,
  3. οὐ φρεσὶν αἰγείῃσιν ἀρηρότος· αὐτίκα γάρ σφιν
  4. ῥάβδον τε κραναὴν ὁπλίζεται ἠδὲ λίνοιο
  5. ὁρμιὴν πολιοῖο, βάλεν δʼ ὑπὲρ ἀγκίστροιο
  6. χηλῆς αἰγείης κρέας ἔμφυτον· οἱ μὲν ἐδωδὴν
  7. ἐσσυμένως ἥρπαξαν, ὁ δʼ ἔσπασε χειρὶ παχείῃ
  8. αὖ ἐρύων· εἰ γάρ τις ὀΐσεται ἔργα δόλοιο,
  9. οὐκ ἂν ἔτʼ ἐμπελάσειε καὶ εἰ λασιότριχας αὐτὰς
  10. αἶγας ἄγοι, φεύγουσι δʼ ἀποστύξαντες ὁμαρτῇ
  11. καὶ μορφὴν καὶ δαῖτα καὶ αὐτῆς ἔνδια πέτρης·
  12. εἰ δὲ λάθοι καὶ κραιπνὸν ἔχοι πόνον, οὔ κέ τις ἄγρης
  13. λειφθείη, πάντας δὲ δαμάσσεται αἰγὸς ὀπωπή.
  14. ἄλλος δʼ αὖ σαργοῖσι μέλει πόθος εἴαρος ὥρῃ
  15. ἀλλήλων, εὐνῆς δὲ γάμων πέρι δηριόωνται·
  16. πολλαῖς δʼ εἷς ἀλόχοις πέρι μάρναται· ὃς δέ κεν ἀλκῇ
  17. νικήσῃ, πάσῃσιν ἐπάρκιος ἔπλετʼ ἀκοίτης,
  18. πέτρας δʼ εἰσελάει θῆλυν στόλον· ἔνθʼ ἁλιῆες
  19. κύρτον ἐτεχνήσαντο βαθύν, περιηγέα πάντῃ·
  20. τὸν δὲ φυτῶν λάχνῃσι περὶ στόμα πάντα πύκασσαν,