Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. σπεύδειν λισσομένη καί μιν πόδες οὐκέτʼ ὀπίσσω
  2. ἱεμένην φορέουσιν, ἔχει δʼ ἐπὶ πόντον ὀπωπάς·
  3. ὣς κείνους καί κέν τις ὑπʼ ὄμμασι δάκρυα φαίη
  4. στάζειν οἰωθέντας ἐλαυνομένων πάλιν αἰγῶν.
  5. σαργὲ τάλαν· τάχα γάρ σε κακὸν πόθον αἰπολίοισι
  6. φημὶ συνοίσεσθαι· τοῖος νόος ἀσπαλιήων
  7. εἰς ἀπάτην καὶ κῆρα τεοὺς ἔτρεψεν ἔρωτας.
  8. πέτρας μὲν κείνας τεκμαίρεται ἐγγύθι γαίης
  9. πρῶτον ἀνὴρ διδύμοισιν ἀνισταμένας κροτάφοισιν
  10. ἐγγύθεν, αἳ στεινωπὸν ἁλὸς διὰ χῶρον ἔχουσιν,
  11. αἰθέρος ἀκτίνεσσι διαυγέας, αἷς ἔνι σαργοὶ
  12. πολλοὶ ναιετάουσιν, ὁμόκτιτον αὖλιν ἔχοντες·
  13. ἔξοχα γὰρ πυρσοῖσιν ἐπʼ ἠελίοιο γάνυνται.
  14. ἐνθάδʼ ἀνὴρ μελέεσσιν ἐφεσσάμενος δέρος αἰγός,
  15. δοιὰ κέρα κροτάφοισι περὶ σφετέροισιν ἀνάψας,
  16. στέλλεται ὁρμαίνων νόμιον δόλον, ἐς δʼ ἅλα βάλλει
  17. κρείασιν αἰγείοισιν ὁμοῦ κνίσσῃ τε λιπήνας
  18. ἄλφιτα· τοὺς δʼ ὀδμή τε φίλη δολόεσσά τʼ ἐσωπὴ
  19. φορβή τʼ εὐδώρητος ἐφέλκεται, οὐδέ τινʼ ἄτην
  20. ἐν φρεσὶν ὁρμαίνουσιν, ἀγαλλόμενοι δὲ μένουσιν