Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μύρτων ἢ δάφνης εὐώδεος ἠέ τευ ἄλλου
  2. πτόρθοισιν θαλεροῖσιν ἐπισταμένως σκιάσαντες.
  3. τοὺς δʼ οἶστρος ποτὶ μῶλον ἐπώρορεν εὐνητῆρας
  4. μάρνασθαι, πολλὴ δὲ γαμήλιος ἵστατʼ Ἐνυώ.
  5. ἀλλʼ ὅτʼ ἀριστεύσας τις ἕλῃ κράτος, αὐτίκα πέτρην
  6. παπταίνει γλαφυρήν, ἀλόχοις δόμον, ἐς δʼ ἴδε κύρτον
  7. κείμενον, εὐφύλλοισιν ἐπηρεφὲ ἀκρεμόνεσσιν,
  8. ἔνθʼ ἐλάει νυμφεῖον ἑὸν χορόν· αἱ μὲν ἔπειτα
  9. κύρτον ἔσω δύνουσιν, ὁ δʼ ἔκτοθι πάντας ἐρύκει
  10. ἄρσενας, οὐδέ τινʼ ἄλλον ἐᾷ νύμφῃσι πελάσσαι.
  11. ἀλλʼ ὅταν ἐμπλήσῃ πλεκτὸν δόλον, ὕστατος αὐτὸς
  12. ἐς θάλαμον προὔτυψεν, ἀνέκβατον Ἄϊδος εὐνήν.
  13. ὡς δʼ ὅτε μηλονόμος τις ἀνὴρ βοτάνηθεν ἐλαύνων
  14. εἰροπόκους ἀγέλας ἀνάγει πάλιν, ἐν δὲ θυρέτροις
  15. ἱστάμενος σταθμοῖο νόῳ πεμπάζεται οἰῶν
  16. πληθὺν εὖ διέπων, εἴ οἱ σόα πάντα πέλονται,
  17. πώεσι δʼ εἰλομένοισι περιπλήθουσα μὲν αὐλὴ
  18. στείνεται, ὑστάτιος δὲ μετά σφισιν ἔσσυτο ποιμήν·
  19. ὣς αἱ μὲν προπάροιθεν ἔσω κοίλοιο μυχοῖο
  20. θηλύτεραι κατέδυσαν, ὁ δʼ ὕστερος ἔνθορʼ ἀκοίτης,