Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀμφί τε λιχμάζουσι καὶ ἀθρόοι ἀμφιχέονται,
  2. πυκνὰ κατασκαίροντες· ἔχει δʼ ἄρα θαῦμα νομῆας
  3. πρωτοδαεῖς· αἶγες δὲ φίλον χορὸν οὐκ ἀέκουσαι
  4. δέχνυνται· τοὺς δʼ οὔτις ἔχει κόρος εὐφροσυνάων.
  5. οὐ τόσον ἐν σταθμοῖσι κατηρεφέεσσι νομήων
  6. μητέρας ἐκ βοτάνης ἔριφοι περικαγχαλόωντες
  7. πολλῇ γηθοσύνῃ τε φιλοφροσύνῃ τε δέχονται,
  8. ἦμος ἅπας περὶ χῶρος ἀγαλλομένῃσιν ἰωῇς
  9. νηπιάχων κέκληγε, νόος δʼ ἐγέλασσε βοτήρων,
  10. ὣς κεῖνοι κεραῇσι περισπέρχουσʼ ἀγέλῃσιν.
  11. εὖτʼ ἂν δʼ εἰναλίων ἄδδην ἴσχωσι λοετρῶν,
  12. αἱ δὲ πάλιν στείχωσιν ἐς αὔλια, δὴ τότε σαργοὶ
  13. ἀχνύμενοι μάλα πάντες ἀολλέες ἐγγὺς ἕπονται,
  14. κύματος ἀκροτάτοιο γέλως ὅθι χέρσον ἀμείβει.
  15. ὡς δʼ ὅτε τηλύγετον μήτηρ γόνον ἢ καὶ ἀκοίτην
  16. εὐνέτις ἀλλοδαπὴν τηλέχθονα γαῖαν ἰόντα
  17. ἀχνυμένη στέλλῃσι, νόος δέ οἱ ἔνδον ἀλύει,
  18. ὅσση οἱ μεσσηγὺς ἁλὸς χύσις, ὅσσα τε κύκλα
  19. μηνῶν· ἀκροτάτοισι δʼ ἐπεμβαίνουσα θαλάσσης
  20. κύμασι δακρυόεσσαν ὑπὸ στόμα γῆρυν ἵησι,