Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἰχθυβόλοι· θαλλοὺς γὰρ ὁμοῦ δήσαντες ἐλαίης
  2. ὅττι μάλʼ εὐφυέας μόλιβον μέσον ἐγκατέθηκαν,
  3. ἐκ δʼ ἀκάτου σύρουσιν· ὁ δʼ οὐκ ἀμέλησε νοήσας
  4. πούλυπος ἀλλʼ ἤϊξε καὶ ἀμφέπλεξεν ἑταίρους
  5. πτόρθους· οὐδʼ ἔτʼ ἔπειτα καὶ ἑλκόμενός περ ἐς ἄγρην
  6. δεσμὰ πόθων ἀνίησιν, ἕως ἔντοσθε γένηται
  7. νηός· ὁ δʼ οὐκ ἤχθηρε καὶ ὀλλύμενός περ ἐλαίην.
  8. σαργοὶ δʼ αἰγείοισι πόθοις ἐπὶ θυμὸν ἔχουσιν,
  9. αἰγῶν δʼ ἱμείρουσιν, ὀρειαύλοις δὲ βοτοῖσιν
  10. ἐκπάγλως χαίρουσι καὶ εἰνάλιοί περ ἐόντες.
  11. ἦ σέβας οὐκ ἐπίελπτον, ὁμόφρονα φῦλα τεκέσθαι
  12. ἀλλήλοις ὀρέων τε πάγους χαροπήν τε θάλασσαν.
  13. εὖτε γὰρ αἰγονομῆες ἐπὶ ῥηγμῖνος ἄγωσι
  14. μηκάδας, ἐν δίνῃσι λοεσσομένας ἁλίῃσιν
  15. ἐνδίους, ὅτε θερμὸς Ὀλύμπιος ἵσταται ἀστήρ,
  16. οἳ δὲ τότε βληχήν τε παρακταίην ἀΐοντες
  17. αὐδήν τʼ αἰπολίων βαρυηχέα πάντες ὁμαρτῇ
  18. καὶ νωθεῖς περ ἐόντες ἐπειγόμενοι φορέονται
  19. σαργοὶ καὶ θρώσκουσιν ἐπʼ ἀνδήροισι θαλάσσης,
  20. γηθόσυνοι, κεραὸν δὲ περισαίνουσιν ὅμιλον