Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πλάζονται θαλάμων, ξυνὸν δʼ ἕλον ἀνέρι πότμον.
  2. καὶ μὴν δὴ φιλότητι καὶ ἀλλήλων ἐπαρωγῇ
  3. ὄλλυνται γαλεοί τε κύνες καὶ φῦλα κελαινῶν
  4. κεντροφόρων· λευκὸς μὲν ἐπʼ ἀγκίστρῳ πεπέδηται
  5. ἰχθύς, ἀσπαλιεὺς δὲ κιών, ὅθι πηλὸς ἀϊδνὴς
  6. ἐμβύθιος δολιχῇσιν ὑφίζεται ὀργυιῇσιν,
  7. ἄγκιστρον καθέηκε, θοῶς δέ τις ἔσπασεν ἄτην
  8. ἀντιάσας· ὁ μὲν αὐτίκʼ ἀνέλκεται, οἱ δέ μιν ἄλλοι
  9. φρασσάμενοι μάλα πάντες ἀολλέες ἐγγὺς ἕπονται,
  10. ὄφρʼ αὐτὴν ἐπὶ νῆα καὶ ἀγρευτῆρας ἵκωνται.
  11. δὴ τότε τοὺς μὲν ἕλοις ὑποχῆς περιηγέϊ κύκλῳ,
  12. τοὺς δὲ σιδηρείοισι καταΐγδην στυφελίζων
  13. αἰχμαῖς τριγλώχισι καὶ ἀλλοίοισι δόλοισιν·
  14. οὐ γὰρ πρὶν φεύγουσιν ἀπότροποι, εἰσόχʼ ἑταῖρον
  15. ἑλκόμενον λεύσσωσιν, ὁμοῦ δʼ ἐθέλουσιν ὀλέσθαι.
  16. οἷον δʼ ἀρτιφάτου παιδὸς νέκυν ἐκ μεγάροιο
  17. τύμβον ἐς ἀμφίκλαυτον ἑοὶ στέλλουσι τοκῆες
  18. τηλυγέτου, τῷ πολλὰ μάτην περιμοχθήσωσι·
  19. δρυπτόμενοι δʼ ὀδύνῃσι τέκος περικωκύοντες
  20. ἠρίῳ ἐμπεφύασι καὶ οὐκ ἐθέλουσι μέλαθρα