Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. νοστῆσαι, ξυνῇ δὲ θανεῖν δυσπενθέϊ νεκρῷ·
  2. ὣς οἵ γʼ οὐκ ἐθέλουσιν ἀνελκομένοιο λιπέσθαι,
  3. εἰσόκεν αὐτὸν ὄλεθρον ὑπʼ ἀγρευτῆρσιν ὄλωνται.
  4. ἄλλους δὲ ξεῖνός τε καὶ οὐκ ἐνδήμιος ἅλμης
  5. εἷλεν ἔρως, χερσαῖον ἐπʼ ἰχθύσιν οἶστρον ἐγείρων
  6. ἔξαλον· ἀλλοδαπῆς φιλίης βέλος οἷον ἱκάνει
  7. πουλύποδας σαργῶν τε γένος πέτρῃσιν ἑταῖρον.
  8. ἤτοι πουλύποδες μὲν Ἀθηναίης φιλέουσιν
  9. ἔρνεα καὶ θαλλοῖσιν ἐπὶ γλαυκοῖσιν ἔρωτα
  10. ἔσπασαν· ἦ μέγα θαῦμα πόθῳ φρένα δενδρήεντι
  11. ἕλκεσθαι λιπαροῦ τε φυτοῦ πτόρθοισι γάνυσθαι.
  12. ἔνθα γὰρ ἀγλαόκαρπος ἁλὸς σχεδόν ἐστιν ἐλαίη,
  13. γείτοσιν ἐν γουνοῖσιν ἐπακταίη τεθαλυῖα,
  14. κεῖθι δὲ πουλύποδος νόος ἕλκεται, ἠΰτʼ ἐπʼ ἴχνος
  15. Κνωσίου εὐρίνοιο κυνὸς μένος, ὅστʼ ἐν ὄρεσσι
  16. θηρὸς ἀνιχνεύει σκολιὴν βάσιν ἐξερεείνων
  17. ῥινὸς ὑπʼ ἀγγελίῃ νημερτέϊ καί τέ μιν ὦκα
  18. μάρψε καὶ οὐκ ἐμάτησεν ἑὸν δʼ ἐπέλασσεν ἄνακτα·
  19. ὥς καὶ τηλεθόωσαν ἄφαρ μάθεν ἐγγὺς ἐλαίην
  20. πούλυπος, ἐκδύνει δὲ βυθῶν καὶ γαῖαν ἀνέρπει