Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εἰσόκε λυσιπόνοιο βοῆς ἔντοσθεν ἀκούσῃ·
  2. ὣς ὁ περιτρομέων ἀλόχοις μέγα δαίεται ἦτορ.
  3. τοῖόν που λεχέων ἀΐω νόμον ἐντύνεσθαι
  4. Ἀσσυρίους, οἳ Τίγριν ὑπέρ πόρον ἄστε’ ἔχουσι,
  5. Βάκτρων τʼ ἐνναετῆρας, ἑκηβόλον ἔθνος ὀϊστῶν·
  6. καὶ γὰρ τοῖς πλέονές τε γαμήλια λέκτρα γυναῖκες
  7. κεκριμέναι μεθέπουσι καὶ εὐνάζονται ἅπασαι
  8. νύκτας ἀμειβόμεναι· μετὰ δέ σφισι κέντρον ὀπηδεῖ
  9. ζήλου ἀνιαροῖο, περὶ ζήλῳ δʼ ὀλέκονται,
  10. αἰὲν ἐπʼ ἀλλήλοισι βαρὺν θήγοντες ἄρηα.
  11. ὣς οὐδὲν ζήλοιο κακώτερον ἀνδράσιν ἄλγος
  12. ἐντρέφεται, πολλοὺς δὲ γόους, πολλὰς δὲ τίθησιν
  13. οἰμωγάς· λύσσης γὰρ ἀναιδέος ἐστὶν ἑταῖρος·
  14. λύσσῃ δʼ ἀσπασίως ἐπιμίσγεται, ἐς δὲ βαρεῖαν
  15. ἄτην ἐξεχόρευσε, τέλος δέ οἱ ἔπλετʼ ὄλεθρος.
  16. ὃς καὶ τὸν δύστηνον ὑπήγαγε κόσσυφον ἄτῃ
  17. δμηθῆναι, χαλεπῆς δὲ γάμων ἤντησεν ἀμοιβῆς.
  18. εὖτε γὰρ ἀθρήσῃ σπιλάδων ἔπι δινεύοντα
  19. ἰχθὺν ἀσπαλιεύς, ἀλόχοις πέρι μόχθον ἔχοντα,
  20. ἀγκίστρῳ κρατερῷ περιβάλλεται ὅττι τάχιστα