Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἐρχομένας· ἐν δέ σφι γαμήλιος αἴθεται αἰδώς·
  2. ὣς αἵ γʼ ἐνδόμυχοι θαλάμων ἔντοσθεν ἑκάστη
  3. αἰεὶ δηθύνουσιν, ὅπῃ πόσις αὐτὸς ἀνώγει.
  4. κόσσυφος αὖ πέτρῃσι παρήμενος οὔποτε λείπει,
  5. αἰὲν ἔχων φυλακὴν λεχέων ὕπερ, οὐδέ ποτʼ ἄλλῃ
  6. τέτραπται, πᾶν δʼ ἦμαρ ἑλίσσεται, ἄλλοτε δʼ ἄλλους
  7. παπταίνει θαλάμους καί οἱ νόος οὔτʼ ἐπὶ φορβὴν
  8. στέλλεται οὔτε τινʼ ἄλλον ἔχει πόνον, ἀλλʼ ἐπὶ νύμφαις
  9. μοχθίζει δύσζηλος ἀειφρούροισι πόνοισι·
  10. νυκτὶ δέ οἱ βρώμης τε μέλει καὶ παύεται ἔργων
  11. τυτθὸν ὅσον φυλακῆς ἀζηχέος· ἀλλʼ ὅτε κίχλαι
  12. ὃν τόκον ὠδίνωσιν, ὃ δʼ ἄσχετα τῆμος ἀΐσσει
  13. ἀμφιπεριτρομέων, ἐπὶ δʼ ἔρχεται ἄλλοτε ἄλλην
  14. εἰς ἄλοχον, μέγα δή τι περιτρομέοντι ἐοικὼς
  15. ὠδίνων. οἷον δὲ μετὰ φρεσὶν ἄχθος ἀλύει
  16. μήτηρ, τηλυγέτοιο θοὴν ὠδῖνα θυγατρὸς
  17. πρωτολεχοῦς φρίσσουσα· τὸ γὰρ μέγα δεῖμα γυναικῶν·
  18. αὐτὴν δʼ οὔτι χέρειον ἱκάνεται Εἰλειθυίης
  19. κῦμα πόνων, πάντῃ δὲ διὲκ θαλάμων δεδόνηται
  20. εὐχομένη, στενάχουσα, μετήορον ἦτορ ἔχουσα,