Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἔνθεν ἀπειρεσίοις ἐνὶ βένθεσιν ἄλλοθεν ἄλλος
  2. κίδνανται καὶ πᾶσαν ἐπιπλώουσι θάλασσαν.
  3. πολλὴ δʼ ἔκπαγλός τε παρίσταται ἰχθυβόλοισιν
  4. ἄγρη, ὅτʼ εἰαρινὸς θύννων στρατὸς ὁρμήσωνται.
  5. χῶρον μὲν πάμπρωτον ἐπεφράσσαντο θαλάσσης
  6. οὔτε λίην στεινωπὸν ἐπηρεφέεσσιν ὑπʼ ὄχθαις
  7. οὔτε λίην ἀνέμοισιν ἐπίδρομον, ἀλλὰ καὶ αἴθρῃ
  8. καὶ σκεπανοῖς κευθμῶσιν ἐναίσιμα μέτρα φέροντα.
  9. ἔνθʼ ἤτοι πρῶτον μὲν ἐπʼ ὄρθιον ὕψι κολωνὸν
  10. ἴδρις ἐπαμβαίνει θυννοσκόπος, ὅστε κιούσας
  11. παντοίας ἀγέλας τεκμαίρεται, αἵ τε καὶ ὅσσαι,
  12. πιφαύσκει δʼ ἑτάροισι· τὰ δʼ αὐτίκα δίκτυα πάντα
  13. ὥστε πόλις προβέβηκεν ἐν οἴδμασιν· ἐν δὲ πυλωροὶ
  14. δικτύῳ, ἐν δὲ πύλαι, μύχατοί τʼ αὐλῶνες ἔασιν.
  15. οἱ δὲ θοῶς σεύονται ἐπὶ στίχας, ὥστε φάλαγγες
  16. ἀνδρῶν ἐρχομένων καταφυλαδόν· οἱ μὲν ἔασιν
  17. ὁπλότεροι, τοὶ δʼ εἰσὶ γεραίτεροι, οἱ δʼ ἐνὶ μέσσῃ
  18. ὥρῃ· ἀπειρέσιοι δὲ λίνων ἔντοσθε ῥέουσιν,
  19. εἰσόκεν ἱμείρωσι καὶ ἀγρομένους ἀνέληται
  20. δίκτυον· ἀφνειὴ δὲ καὶ ἔξοχος ἵσταται ἄγρη.