Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἄλλους δʼ ἀγρευτῆρσιν ὑπήγαγε ληΐδα θήρης
  2. ὑγρὸς ἔρως· ὀλοῶν δὲ γάμων, ὀλοῆς τʼ Ἀφροδίτης
  3. ἠντίασαν, σπεύδοντες ἑὴν φιλοτήσιον ἄτην.
  4. ἀλλὰ σύ μοι, κάρτιστε πολισσούχων βασιλήων,
  5. αὐτός τʼ, Ἀντωνῖνε, καὶ υἱέος ἠγάθεον κῆρ,
  6. πρόφρονες εἰσαΐοιτε καὶ εἰναλίῃσι γάνυσθε
  7. τερπωλαῖς, οἵῃσιν ἐμὸν νόον ἠπιόδωροι
  8. Μοῦσαι κοσμήσαντο καὶ ἐξέστεψαν ἀοιδῆς
  9. δώρῳ θεσπεσίῳ καί μοι πόρον ὑμετέροισι
  10. κίρνασθαι γλυκὺ νᾶμα καὶ οὔασι καὶ πραπίδεσσι.
  11. Σχέτλι’ Ἔρως, δολομῆτα, θεῶν κάλλιστε μὲν ὄσσοις
  12. εἰσιδέειν, ἄλγιστε δʼ ὅτε κραδίην ὀροθύνεις,
  13. ἐμπίπτων ἀδόκητος, ὑπὸ φρένα δʼ ὥστε θύελλα
  14. μίσγεαι, ἀσθμαίνεις δὲ πυρὸς δριμεῖαν ὁμοκλήν,
  15. παφλάζων ὀδύνῃσι καὶ ἀκρήτοισιν ἀνίαις·
  16. δάκρυ δέ σοι προβαλεῖν λαρὸν γάνος ἠδʼ ἐσακοῦσαι
  17. βυσσόθεν οἰμωγὴν σπλάχνοις θʼ ὑπὸ θερμὸν ἔρευθος
  18. φοινίξαι χρωτός τε παράτροπον ἄνθος ἀμέρσαι
  19. ὄσσε τε κοιλῆναι παρά τε φρένα πᾶσαν ἀεῖραι
  20. μαινομένην· πολλοὺς δὲ καὶ ἐς μόρον ἐξεκύλισας,