Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἴσχει τʼ ἐμμενέως πυκινοὺς ἔντοσθεν ὀδόντας.
  2. αὐτὰρ τοὶ συνόδοντες ἴσοι στείχουσι λόχοισι
  3. κεκριμένοι· τοῖς δʼ εὖτʼ ἄν ἀνὴρ ἄγκιστρον ἐφείη,
  4. οἱ μὲν ἀποτροπάδην λοξὸν φάος ἀλλήλοισι
  5. πάντες ἐπικλίνουσι καὶ οὐκ ἐθέλουσι πελάσσαι·
  6. ἀλλʼ ὅτε τις προθορὼν ἑτέρης στιχὸς αἶψα δέλετρον
  7. ἁρπάξῃ, τότε καί τις ἐνὶ φρεσὶ θάρσος ἔδεκτο
  8. ἀγκίστρῳ τʼ ἐπέλασσε καὶ ἕλκεται· οἱ δʼ ὁρόωντες
  9. ἀλλήλους, περὶ δαιτὶ γεγηθότες, ἰαίνονται
  10. ἑλκόμενοι, σπεύδουσι δʼ ὑποφθαδόν, ὅς κε θάνῃσι
  11. πρῶτος ἁλούς, ἅτε παῖδες ἀθύρμασι καγχαλόωντες.
  12. θύννων δʼ αὖ γενεὴ μὲν ἀπʼ εὐρυπόροιο τέτυκται
  13. Ὠκεανοῦ· στείχουσι δʼ ἐς ἡμετέρης ἁλὸς ἔργα
  14. εἰαρινοῦ μετὰ λύσσαν ὅτʼ οἰστρήσωσι γάμοιο.
  15. τοὺς δʼ ἤτοι πρῶτον μὲν Ἰβηρίδος ἔνδοθεν ἅλμης
  16. ἀνέρες ἀγρώσσουσι βίῃ κομόωντες Ἴβηρες·
  17. δεύτερα δὲ Ῥοδανοῖο παρὰ στόμα θηρητῆρες
  18. Κελτοὶ Φωκαίης τε παλαίφατοι ἐνναετῆρες·
  19. τὸ τρίτον ἀγρώσσουσιν ὅσοι Τρινακρίδι νήσῳ
  20. ἐνναέται πόντου τε παρʼ οἴδμασι Τυρσηνοῖο.