Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Ὠκεανοῦ· στείχουσι δʼ ἐς ἡμετέρης ἁλὸς ἔργα
  2. εἰαρινοῦ μετὰ λύσσαν ὅτʼ οἰστρήσωσι γάμοιο.
  3. τοὺς δʼ ἤτοι πρῶτον μὲν Ἰβηρίδος ἔνδοθεν ἅλμης
  4. ἀνέρες ἀγρώσσουσι βίῃ κομόωντες Ἴβηρες·
  5. δεύτερα δὲ Ῥοδανοῖο παρὰ στόμα θηρητῆρες
  6. Κελτοὶ Φωκαίης τε παλαίφατοι ἐνναετῆρες·
  7. τὸ τρίτον ἀγρώσσουσιν ὅσοι Τρινακρίδι νήσῳ
  8. ἐνναέται πόντου τε παρʼ οἴδμασι Τυρσηνοῖο.
  9. ἔνθεν ἀπειρεσίοις ἐνὶ βένθεσιν ἄλλοθεν ἄλλος
  10. κίδνανται καὶ πᾶσαν ἐπιπλώουσι θάλασσαν.
  11. πολλὴ δʼ ἔκπαγλός τε παρίσταται ἰχθυβόλοισιν
  12. ἄγρη, ὅτʼ εἰαρινὸς θύννων στρατὸς ὁρμήσωνται.
  13. χῶρον μὲν πάμπρωτον ἐπεφράσσαντο θαλάσσης
  14. οὔτε λίην στεινωπὸν ἐπηρεφέεσσιν ὑπʼ ὄχθαις
  15. οὔτε λίην ἀνέμοισιν ἐπίδρομον, ἀλλὰ καὶ αἴθρῃ
  16. καὶ σκεπανοῖς κευθμῶσιν ἐναίσιμα μέτρα φέροντα.
  17. ἔνθʼ ἤτοι πρῶτον μὲν ἐπʼ ὄρθιον ὕψι κολωνὸν
  18. ἴδρις ἐπαμβαίνει θυννοσκόπος, ὅστε κιούσας
  19. παντοίας ἀγέλας τεκμαίρεται, αἵ τε καὶ ὅσσαι,
  20. πιφαύσκει δʼ ἑτάροισι· τὰ δʼ αὐτίκα δίκτυα πάντα