Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὥστε πόλις προβέβηκεν ἐν οἴδμασιν· ἐν δὲ πυλωροὶ
  2. δικτύῳ, ἐν δὲ πύλαι, μύχατοί τʼ αὐλῶνες ἔασιν.
  3. οἱ δὲ θοῶς σεύονται ἐπὶ στίχας, ὥστε φάλαγγες
  4. ἀνδρῶν ἐρχομένων καταφυλαδόν· οἱ μὲν ἔασιν
  5. ὁπλότεροι, τοὶ δʼ εἰσὶ γεραίτεροι, οἱ δʼ ἐνὶ μέσσῃ
  6. ὥρῃ· ἀπειρέσιοι δὲ λίνων ἔντοσθε ῥέουσιν,
  7. εἰσόκεν ἱμείρωσι καὶ ἀγρομένους ἀνέληται
  8. δίκτυον· ἀφνειὴ δὲ καὶ ἔξοχος ἵσταται ἄγρη.
  1. ἄλλους δʼ ἀγρευτῆρσιν ὑπήγαγε ληΐδα θήρης
  2. ὑγρὸς ἔρως· ὀλοῶν δὲ γάμων, ὀλοῆς τʼ Ἀφροδίτης
  3. ἠντίασαν, σπεύδοντες ἑὴν φιλοτήσιον ἄτην.
  4. ἀλλὰ σύ μοι, κάρτιστε πολισσούχων βασιλήων,
  5. αὐτός τʼ, Ἀντωνῖνε, καὶ υἱέος ἠγάθεον κῆρ,
  6. πρόφρονες εἰσαΐοιτε καὶ εἰναλίῃσι γάνυσθε
  7. τερπωλαῖς, οἵῃσιν ἐμὸν νόον ἠπιόδωροι
  8. Μοῦσαι κοσμήσαντο καὶ ἐξέστεψαν ἀοιδῆς
  9. δώρῳ θεσπεσίῳ καί μοι πόρον ὑμετέροισι
  10. κίρνασθαι γλυκὺ νᾶμα καὶ οὔασι καὶ πραπίδεσσι.
  11. Σχέτλι’ Ἔρως, δολομῆτα, θεῶν κάλλιστε μὲν ὄσσοις
  12. εἰσιδέειν, ἄλγιστε δʼ ὅτε κραδίην ὀροθύνεις,