Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. σώματι μηδόμενοι πόρον ἄρκιον· ἐν δʼ ἄρʼ ὀδοῦσιν
  2. ὑγρὸν ἐρειδομένοις τέταται λίνον· οὐδέ τι μῆχος
  3. ἐκφυγέειν, δεσμῷ δὲ περιστομίῳ μογέοντες
  4. ἕλκονται ποτὶ χέρσον ὑπʼ ἀφραδίῃσιν ἁλόντες.
  5. καὶ μὲν δὴ ῥαφίδων τοῖος νόος· αἵ δʼ ὅτε κόλπον
  6. δικτύου ἐκπροφύγωσι, πόνου δʼ ἔκτοσθε γένωνται,
  7. αὖτις ἐπιστρωφῶσι, λίνῳ δʼ ἐπιμηνίουσαι
  8. δήγματʼ ἐνιπρίουσι· τὸ δέ σφισι δύεται εἴσω
  9. ἴσχει τʼ ἐμμενέως πυκινοὺς ἔντοσθεν ὀδόντας.
  10. αὐτὰρ τοὶ συνόδοντες ἴσοι στείχουσι λόχοισι
  11. κεκριμένοι· τοῖς δʼ εὖτʼ ἄν ἀνὴρ ἄγκιστρον ἐφείη,
  12. οἱ μὲν ἀποτροπάδην λοξὸν φάος ἀλλήλοισι
  13. πάντες ἐπικλίνουσι καὶ οὐκ ἐθέλουσι πελάσσαι·
  14. ἀλλʼ ὅτε τις προθορὼν ἑτέρης στιχὸς αἶψα δέλετρον
  15. ἁρπάξῃ, τότε καί τις ἐνὶ φρεσὶ θάρσος ἔδεκτο
  16. ἀγκίστρῳ τʼ ἐπέλασσε καὶ ἕλκεται· οἱ δʼ ὁρόωντες
  17. ἀλλήλους, περὶ δαιτὶ γεγηθότες, ἰαίνονται
  18. ἑλκόμενοι, σπεύδουσι δʼ ὑποφθαδόν, ὅς κε θάνῃσι
  19. πρῶτος ἁλούς, ἅτε παῖδες ἀθύρμασι καγχαλόωντες.
  20. θύννων δʼ αὖ γενεὴ μὲν ἀπʼ εὐρυπόροιο τέτυκται