Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τερπωλή· παίδεσσιν ἀπειρήτοισιν ὁμοῖοι,
  2. οἵ τε πυρὸς λεύσσοντες ἀναιθομένοιο φαεινὴν
  3. μαρμαρυγὴν ἀκτῖσιν ἰαινόμενοι γελόωσι
  4. ψαῦσαί θʼ ἱμείρουσι καὶ ἐς φλόγα χεῖρʼ ὀρέγουσι
  5. νηπιέην· τάχα δέ σφιν ἀνάρσιον ἐξεφάνη πῦρ·
  6. ὣς οἵ γʼ ἱμείρουσιν ἀνοστήτοιο λόχοιο
  7. ἐσπεσέειν κευθμῶνα, κακοῦ δʼ ἤντησαν ἔρωτος.
  8. ἔνθʼ οἱ μὲν κέλσαντες ἐν εὐρυτέροισι βρόχοισι
  9. ἔκθορον, οἱ δʼ ἑρχθέντες ἐνὶ στεινοῖσι πόροισι
  10. πικρὸν ἀνέτλησαν σφιγκτὸν μόρον ἐξανύσαντες.
  11. πολλοὺς δʼ ἠϊόνεσσιν ἐφελκομένοιο λίνοιο
  12. ὄψεαι ἀμφοτέρωθεν ἀρηρότας ἠΰτε γόμφοις,
  13. τοὺς μὲν ἔτι φρονέοντας ἐσελθέμεν ἄρκυν ὀλέθρου,
  14. τοὺς δʼ ἤδη μεμαῶτας ὑπεκδῦναι κακότητος,
  15. ἔνδοθεν ἰκμαλέῃσιν ἐνισχομένους βροχίδεσσι.
  16. θύννοι δʼ αὖ σκόμβροις μὲν ἴσον πόνον ἀθλεύουσιν
  17. ἀφροσύνῃ· καὶ τοῖς γὰρ ὁμοίιος ἵμερος ἄτης
  18. ἐμπίπτει δολίοιο λίνου λαγόνεσσι μιγῆναι·
  19. ἀλλʼ οὐ μὲν κείνοισιν ὑπόβρυχα γαστέρος εἴσω
  20. ἐσδύνειν, σκολιοῖσι δʼ ἐπαΐσσουσιν ὀδοῦσι,