Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δαῖτα χανὼν ἀγρευτὸς ἀνέλκεται ἀνέρος ἀλκῇ.
  2. πολλὰ δʼ ἐπὶ ξιφίῃ θηρήτορες ὁπλίζονται,
  3. ἔξοχα δʼ οἳ Τυρσηνὸν ἁλὸς πόρον ἀγρώσσουσιν
  4. ἀμφί τε Μασσαλίην, ἱερήν πόλιν, ἀμφί τε Κελτούς·
  5. κεῖθι γὰρ ἔκπαγλοί τε καὶ ἰχθύσιν οὐδὲν ὁμοῖοι
  6. ἄπλατοι ξιφίαι μεγακήτεες ἐννεμέθονται.
  7. οἱ δʼ ἀκάτους αὐτοῖσιν ἐϊσκομένας ξιφίῃσι
  8. καὶ δέμας ἰχθυόεν καὶ φάσγανα τεκτήναντες
  9. ἀντίον ἰθύνουσι· ὁ δʼ οὐκ ἀναδύεται ἄγρην,
  10. ἐλπόμενος μὴ νῆας ἐϋσέλμους ὁράασθαι,
  11. ἀλλʼ ἑτέρους ξιφίας, ξυνὸν γένος, ὄφρα μιν ἄνδρες
  12. πάντῃ κυκλώσωνται· ὁ δʼ ἐφράσαθʼ ὕστερον ἄτην,
  13. αἰχμῇ τριγλώχινι πεπαρμένος, οὐδέ οἱ ἀλκὴ
  14. φεύγειν ἱεμένῳ περ, ἀναγκαίῃ δὲ δαμῆναι.
  15. πολλάκι μὲν καὶ νηὸς ἀμυνόμενος κενεῶνα
  16. φασγάνῳ ἀντετόρησε διαμπερὲς ἄλκιμος ἰχθύς,
  17. οἱ δὲ θοῶς βουπλῆγος ὑπʼ εὐχάλκοιο τυπῇσιν
  18. ἐκ γενύων ἤραξαν ἅπαν ξίφος· ἐν δʼ ἄρα νηὸς
  19. ἕλκεϊ γόμφος ἄρηρεν· ὁ δʼ ἕλκεται ὀρφανὸς ἀλκῆς.
  20. ὡς δʼ ὅτε δυσμενέεσσι δόλον τεύχοντες ἄρηος,