Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ψαῦσε βορῆς, οὐρῇ δὲ πάρος μάστιξεν ἐγείρων
  2. ἄγκιστρον, μή πού τις ἐνὶ χροῒ θέρμετʼ ἀϋτμή·
  3. ζωοῦ γὰρ κεστρεῦσιν ἀπώμοτόν ἐστι πάσασθαι.
  4. ἔνθεν ἔπειτʼ ἄκροισι διακνίζει στομάτεσσι
  5. δαῖτα περιξύων· ἁλιεὺς δέ μιν αὐτίκα χαλκῷ
  6. πεῖρεν ἀνακρούων, ὥστε θρασὺν ἵππον ἐέργων
  7. ἡνίοχος σκληρῇσιν ἀναγκαίῃσι χαλινοῦ,
  8. ἂν δʼ ἔρυσε, σπαίροντα δʼ ἐπὶ χθονὶ κάββαλεν ἐχθρῇ.
  9. καὶ ξιφίην ὀλοοῖσι παρήπαφον ἀγκίστροισιν.
  10. ἀλλʼ οὐ μὲν ξιφίῃ τοῖος μόρος, οὐδʼ ἴσος ἄλλοις·
  11. οὐ γὰρ ἐπʼ ἀγκίστροισι κατεντύνουσιν ἐδωδήν,
  12. ἀλλὰ τὸ μὲν γυμνόν τε καὶ ἄκλοπον ᾐώρηται,
  13. μηρίνθου διπλῇσιν ἀκαχμένου ἔμπαλιν αἰχμαῖς·
  14. τοῦ δʼ ὅσσον τριπάλαιστον ἀναψάμενοι καθύπερθε
  15. μαλθακὸν ἀργεννῶν νεπόδων ἕνα χείλεος ἄκρου
  16. δῆσαν ἐπισταμένως· ξιφίης δʼ ὅτε θοῦρος ἵκηται,
  17. αὐτίκα δαιτρεύει δέμας ἰχθύος ἄορι λάβρῳ·
  18. τοῦ δὲ δαϊζομένοιο καταρρέει ἅψεα δεσμοῦ,
  19. αὐταῖς δʼ ἀγκίστροιο περιστρέφεται γενύεσσιν·
  20. αὐτὰρ ὅ γʼ οὐκ ἐδάη γναμπτὸν δόλον, ἀλλὰ βαρεῖαν