Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. λοξὸν ὑπʼ ὀφθαλμοῖς ὁράᾳ δόλον, εἴκελος ἀνδρὶ
  2. ξείνῳ, ὃς ἐν τριόδοισι πολυτρίπτοισι κυρήσας
  3. ἔστη ἐφορμαίνων, κραδίη τέ οἱ ἄλλοτε λαιήν,
  4. ἄλλοτε δεξιτερὴν ἐπιβάλλεται ἀτραπὸν ἐλθεῖν·
  5. παπταίνει δʼ ἑκάτερθε, νόος δέ οἱ ἠΰτε κῦμα
  6. εἱλεῖται, μάλα δʼ ὀψὲ μιῆς ὠρέξατο βουλῆς·
  7. ὣς ἄρα καὶ κεστρῆϊ παναίολα μερμηρίζει
  8. θυμὸς ὀϊομένῳ τε δόλον καὶ ἀπήμονα φορβήν·
  9. ὀψὲ δέ μιν νόος ὦρσε καὶ ἤγαγεν ἐγγύθι πότμου·
  10. αὐτίκα δὲ τρέσσας ἀνεχάσσατο· πολλάκι δʼ ἤδη
  11. εἷλε φόβος ψαύοντα καὶ ἔμπαλιν ἔτραπεν ὁρμήν.
  12. ὡς δʼ ὅτε νηπίαχος κούρη πάϊς, ἐκτὸς ἐούσης
  13. μητέρος, ἢ βρώμης λελιημένη ἠέ τευ ἄλλου,
  14. ψαῦσαι μὲν τρομέει μητρός χόλον, οὐδʼ ἀναδῦναι
  15. ἐλδομένη τέτληκεν· ἐφερπύζουσα δὲ λάθρῃ
  16. αὖτις ὑποτρέπεται, κραδίῃ δέ οἱ ἄλλοτε θάρσος,
  17. ἄλλοτε δʼ ἐμπίπτει δεινὸς φόβος· ὄμματα δʼ αἰὲν
  18. ὀξέα παπταίνοντα ποτὶ προθύροισι τέτανται·
  19. ὣς τότʼ ἐπεμβαίνων ἀνελίσσεται ἤπιος ἰχθύς.
  20. ἀλλʼ ὅτε θαρσήσας πελάσῃ σχεδόν, οὐ μάλʼ ἑτοίμως