Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τοίην χειμερίην πανεπίκλοπον ἤνυσεν ἄγρην.
  2. ναὶ μὴν καὶ κεστρῆα, καὶ οὐ λίχνον περ ἐόντα,
  3. ἤπαφον, ἀγκίστροισι περὶ στεινοῖσιν ἕσαντες
  4. εἶδαρ ὁμοῦ Δήμητρι μεμιγμένον ἠδὲ γάλακτος
  5. πηκτοῖσι δώροισιν· ἐφυρήσαντο δὲ ποίην
  6. τοῖσιν ὁμοῦ μίνθην εὐώδεα, τήν ποτε κούρην
  7. φασὶν ὑπουδαίην ἔμεναι, Κωκυτίδα Νύμφην·
  8. κλίνατο δʼ εἰς εὐνὴν Ἀϊδωνέος· ἀλλʼ ὅτε κούρην
  9. Περσεφόνην ἥρπαξεν ἀπʼ Αἰτναίοιο πάγοιο,
  10. δὴ τότε μιν κλάζουσαν ὑπερφιάλοις ἐπέεσσι,
  11. ζήλῳ μαργαίνουσαν ἀτάσθαλα, μηνίσασα
  12. Δημήτηρ ἀμάθυνεν ἐπεμβαίνουσα πεδίλοις·
  13. φῆ γὰρ ἀγαυοτέρη τε φυὴν καὶ κάλλος ἀμείνων
  14. Περσεφόνης ἔμεναι κυανώπιδος, ἐς δέ μιν αὐτὴν
  15. εὔξατο νοστήσειν Ἀϊδωνέα, τήν δὲ μελάθρων
  16. ἐξελάσειν· τοίη οἱ ἐπὶ γλώσσης θόρεν ἄτη.
  17. ποίη δʼ οὐτιδανὴ καὶ ἐπώνυμος ἔκθορε γαίης,
  18. τὴν ἐνιφυρήσαντες ἐπʼ ἀγκίστροισι βάλοντο.
  19. κεστρεὺς δʼ οὐ μετὰ δηρόν, ἐπεί ῥά μιν ἷξεν ἀϋτμή,
  20. ἀντιάσας πρῶτον μὲν ἀποσταδὸν ἀγκίστροιο