Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὀξύτατον τόθι κῦμα περὶ σπιλάδεσσι μέμυκεν·
  2. εἴδατα δʼ ἀγνυμένοισιν ἐπισπείρει ῥοθίοισι,
  3. τυρὸν ὁμοῦ Δήμητρι μεμιγμένον· οἱ δʼ ἐπὶ φορβὴν
  4. ἀσπασίην θρώσκουσιν ἐπειγόμενοι μελάνουροι.
  5. ἀλλʼ ὅτε οἱ παρέασιν ἀολλέες ἐς βόλον ἄγρης,
  6. αὐτὸς μὲν τρέπεται λοξὸν δέμας, ὄφρα οἱ ὕδωρ
  7. μήτι κατασκιάοιτο καὶ ἰχθύσι τάρβος ἐνείη·
  8. ἔστι δέ οἱ λεπτός τε δόναξ μετὰ χερσὶν ἑτοῖμος
  9. λεπτή θʼ ὁρμιὴ κούφης τριχός, ἄπλοκος αὔτως·
  10. λεπτοῖς δʼ ἀγκίστροισιν ἀναπλέκεται θαμέεσσι·
  11. τοῖς ἐπέθηκε δέλετρον, ὃ καὶ πάρος ἧκε καθʼ ὕδωρ,
  12. πέμπει δʼ ἐς βαθὺ κῦμα κυκώμενον· οἱ δʼ ὁρόωντες
  13. αὐτίκʼ ἐπιθρώσκουσι καὶ ἁρπάζουσιν ὄλεθρον.
  14. οὐδʼ ἁλιεὺς εὔκηλον ἔχει χέρα, πυκνὰ δʼ ἀνέλκει
  15. ἐκ δίνης ἄγκιστρα, καὶ εἰ κενὰ πολλάκις εἴη·
  16. οὐ γὰρ βρασσομένης κεν ἐπιφράσσαιτο θαλάσσης
  17. ἀτρεκέως, εἴτʼ οὖν τις ἐνίσχεται εἴτε μιν αὔτως
  18. κύματʼ ἀνακλονέουσιν· ἐπὴν δέ τις ἀμφιχάνῃσι,
  19. ῥίμφα μιν ἐξείρυσσε πάρος δόλον ἐν φρεσὶ θέσθαι,
  20. πρὶν φόβον οὐτιδανοῖσιν ἐνιπλῆξαι μελανούροις.