Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἄμφω δʼ αἱ μὲν ἔασι διάκριτοι ἐν νεπόδεσσιν,
  2. οἱ δʼ ἐνὶ χερσαίῃσιν ἀριστεύουσʼ ἀγέλῃσιν.
  3. οὐ μὲν δὴ μελάνουρον ἀποίσεαι οὔτʼ ἐνὶ κύρτῳ
  4. ῥηϊδίως ἀπαφῶν οὔτʼ ἐν λινοεργέϊ κύκλῳ·
  5. ἔξοχα γὰρ μελάνουρος ἐν ἰχθύσιν ἠμὲν ἄναλκις
  6. ἠδὲ σαοφρονέων, λίχνη δέ οἱ οὔποτʼ ἐδωδὴ
  7. θυμήρης· αἰεὶ δὲ γαληναίης μὲν ἐούσης
  8. κέκλιται ἐν ψαμάθοισι καὶ οὐκ ἀναδύεται ἅλμης·
  9. ἀλλʼ ὅτε κυμαίνουσα περισπέρχῃσι θάλασσα
  10. λάβρων ἐξ ἀνέμων, τότε δὴ μοῦνοι μελάνουροι
  11. κῦμα διαΐσσουσιν ἀολλέες, οὔτε τινʼ ἀνδρῶν
  12. οὔτε τινʼ εἰναλίων πεφρικότες· οἱ μέν ἅπαντες
  13. ἐς νεάτην κρηπῖδα φόβῳ δύνουσι θαλάσσης,
  14. οἱ δὲ τότʼ ἠϊόνας τε πολυφλοίσβους ἐφέπουσι
  15. πέτραις τʼ ἐμπελάουσιν ἀλήμονες, εἴ τινʼ ἐδητὺν
  16. κοπτομένη δείξειεν ὑπὸ ῥιπῇσι θάλασσα·
  17. νήπιοι, οὐδʼ ἐδάησαν ὅσον πινυτώτεροι ἄνδρες,
  18. οἳ κείνους καὶ πάμπαν ἀλευομένους ἕλον ἄγρῃ.
  19. χειμερίη πλημμυρὶς ὅταν ζέῃ Ἀμφιτρίτης,
  20. ἵστατʼ ἐπὶ προὔχουσαν ἀνὴρ ἁλιηγέα πέτρην,