Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τῆμος ἐπεντύνει κύρτου δόλον· ἐν δέ οἱ εἴσω
  2. φύκεσιν εἰλομένους λᾶας βάλεν, ἀμφὶ δὲ ποίας
  3. εἰναλίας στομίοισιν ἐδήσατο, τῇσι γάνυνται
  4. σάλπαι τʼ ἠδʼ ὅσσοι βοτανηφάγοι ἰχθύες ἄλλοι·
  5. οἳ τότʼ ἀγειρόμενοι ποίας φάγον, αὐτὰρ ἔπειτα
  6. ἐς μυχὸν ἠΐχθησαν· ὁ δʼ αὐτίκα κύρτον ἀνέλκει
  7. ῥίμφα μεταπλώσας· σιγῇ δέ οἱ ἄνυται ἔργον,
  8. ἀνδράσι τʼ ἀφθόγγοισι καὶ ἀσμαράγοις ἐλάτῃσι·
  9. σιγὴ γὰρ πάσαις μὲν ὀφέλσιμος ἔπλετο θήραις,
  10. ἔξοχα δʼ ἐν σάλπῃσιν· ἐπεὶ μάλα τῇσι νόημα
  11. πτοιαλέον· πτοίη δὲ πόνον δύσθηρον ἔθηκε.
  12. τρίγλης δʼ οὔτινα, φημί, χερειοτέρῃσιν ἐδωδαῖς
  13. τέρπεσθαι· πᾶσαν γὰρ ἄσιν ἁλός, ἥν κε κίχῃσι,
  14. φέρβεται· ἱμείρει δὲ δυσαέος ἔξοχα δαιτός·
  15. σώμασι δʼ ἐκπάγλως ἐπιτέρπεται ἀνδρομέοισι
  16. πυθομένοις, εὖτʼ ἄν τινʼ ἕλῃ στονόεσσα θάλασσα.
  17. τῷ καί μιν δελέασσιν ἀποπνείουσιν ἀϋτμὴν
  18. ῥηϊδίως ἕλκουσιν, ὅσα πνέει ἐχθρὸν ἄημα.
  19. εἴκελα δὲ τρίγλῃσιν ὕεσσί τε, φημί, τετύχθαι
  20. ἤθεα, φυρομένοισιν ἀεὶ περὶ γαστέρος ὁρμήν·