Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εὐπαγέως, φρυκτῶν δʼ ὀρόβων ἐνεθήκατο μάζαν,
  2. οἴνῳ μυδαλέην εὐώδεϊ, μίξε δὲ κούρης
  3. δάκρυον Ἀσσυρίης Θειαντίδος, ἥν ποτέ φασι
  4. πατρὸς ἐρασσαμένην δυσμήχανον ἔργον ἀνύσσαι
  5. ἐλθεῖν τʼ ἐς φιλότητα χολωσαμένης Ἀφροδίτης·
  6. ἀλλʼ ὅτε μιν καὶ δένδρον ἐπώνυμον ἐρρίζωσεν
  7. αἶσα θεῶν, γοάει τε καὶ ἣν ὀλοφύρεται ἄτην,
  8. δάκρυσι δευομένη λέκτρου χάριν· ἧς ἐνιμίσγων
  9. θεῖον ὀπὸν κύρτον μὲν ἐνορμίζει ῥοθίοισιν,
  10. ὀδμὴ δʼ αἶψα θάλασσαν ἐπέδραμε λειριόεσσα,
  11. κικλήσκουσʼ ἀγέλας πολυειδέας· οἱ δʼ ἐφέπονται
  12. πνοιῇ νηδυμίῃ δεδονημένοι, ὦκα δὲ κύρτος
  13. πίμπλαται, ἀγρευτῆρι φέρων εὔθηρον ἀμοιβήν.
  14. Σάλπαι δʼ ἰκμαλέοις μὲν ἀεὶ φύκεσσι μάλιστα
  15. τέρπονται, κείνῃ δὲ καὶ ἀγρώσσονται ἐδωδῇ.
  16. πλώει μὲν προτέροισιν ἐν ἤμασιν εἰς ἕνα χῶρον
  17. ἀσπαλιεύς, αἰεὶ δὲ μετʼ οἴδμασι λᾶας ἵησι
  18. χερμάδας, ἁψάμενος πέρι φύκια τηλεθόωντα.
  19. ἀλλʼ ὅτε δὴ πέμπτη μὲν ἴδῃ πόνον ἠριγένεια
  20. σάλπαι δʼ ἀγρόμεναι κεῖνον πόρον ἀμφινέμωνται,