Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀγρομένους τάχα πάντες ἐπί σφισιν ὡρμήθησαν,
  2. δαιτὸς ἐελδόμενοι· τοὺς δʼ οὐ κίχον, ἀλλʼ ὑπόλισθον
  3. ῥηϊδίως· οἱ δʼ οὔτι καὶ ἱέμενοί περ ἔχουσιν
  4. αὖτις ὑπεκδῦναι πλεκτὸν λόχον, ἀλλʼ ἑτέροισι
  5. πήματα πορσύνοντες ἐπί σφισιν εὗρον ὄλεθρον.
  6. ὡς δέ τις ἐν ξυλόχοισιν ὀρέστερος ἀγροιώτης
  7. θηρὶ πάγην ἤρτυνεν, ἀπηνέϊ δʼ ἔνδοθι θυμῷ
  8. δῆσε κυνὸς σφίγγων ἄπο μήδεα· τοῦ δʼ ὀδύνῃσιν
  9. ἠχήεις ὀρυμαγδὸς ἀπόπροθι τειρομένοιο
  10. ἔρχεται, ἀμφὶ δέ οἱ στένεται δρίος· ἡ δʼ ἀΐουσα
  11. πόρδαλις ἰάνθη τε καὶ ἔσσυται, ἴχνος ἀϋτῆς
  12. μαιομένη· τάχα δʼ ἷξε καὶ ἔνθορε· τὸν μὲν ἔπειτα
  13. ὑψόσʼ ἀναρπάζει κρυπτὸς δόλος, ἡ δʼ ἐνὶ βόθρῳ
  14. εἰλεῖται προπεσοῦσα, μέλει δέ οἱ οὐκέτι δαιτός,
  15. ἀλλὰ φόβου· τῇ δʼ οὔτις ὑπέκδυσίς ἐστιν ἑτοίμη·
  16. τοῖα καὶ ἄδμωες δειλοὶ πάθον, ἀντὶ δὲ φορβῆς
  17. πότμον ἐφωρμήσαντο καὶ Ἄϊδος ἕρκος ἄφυκτον.
  18. καὶ μέν τις θρίσσῃσιν ὁμῶς καὶ χαλκίσιν ἄγρην
  19. φράσσατʼ ὀπωρινήν, καὶ λαρινὸν εἷλε καὶ ἔθνη
  20. τραχούρων, κύρτον μὲν ὑπὸ σπάρτοισιν ὑφήνας