Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. κτῆσιν ἀεὶ κείροντες ἀσημάντοιο δόμοιο,
  2. οἷα νέους ἀνίησι χαλίφρονας ἄκριτος ἥβη,
  3. ἐν δὲ κακοφροσύνῃσι κακὴν εὕραντο τελευτήν·
  4. ὣς τοῖς ἀγρομένοισι παρασχεδὸν ἵσταται ἄτη.
  5. ἡνίκα γὰρ πολλοί τε καὶ εὐλιπέες τελέθωσι,
  6. δὴ τότʼ ἀνὴρ κύρτοιο περὶ στόμα πῶμα καλύπτει
  7. εὖ ἀραρός· τοὺς δʼ ἔνδον ἐν ἕρκεϊ πεπτηῶτας
  8. ὑστάτιον κνώσσοντας ἀνείρυσεν· ὀψὲ δʼ ὄλεθρον
  9. φρασσάμενοι σπαίρουσι καὶ ἐκδῦναι μεμάασι,
  10. νήπιοι, οὐδʼ ἔτι κύρτον ὁμῶς εὔοικον ἔχουσιν.
  11. Ἄδμωσιν δʼ ἐπὶ κύρτον ὀπωρινὸν ὁπλίζονται
  12. ὀΐσυνον, μέσσοισι δʼ ἐν οἴδμασιν ὁρμίζουσι,
  13. νέρθεν ἀναψάμενοι τρητὸν λίθον εὐναστῆρα·
  14. φελλοὶ δʼ ὀχμάζουσιν ἄνω δόλον· ἐν δέ οἱ αἰεὶ
  15. τέσσαρας ἀκταίους διεροὺς κάχληκας ἱεῖσι·
  16. τοῖς δὲ διαινομένοισι περιτρέφεται γλαγόεσσα
  17. μύξα θαλασσαίη, τῆς ἵμερος ἰχθύας ἕλκει
  18. βαιούς, οὐτιδανούς, λίχνον γένος· οἱ δʼ ἀγέρονται
  19. κύρτον ἐπιπροθέοντες ἐν ἀγκοίνῃς τε μένουσιν.
  20. ἄδμωες δʼ ὁρόωντες ἔσω κοίλοιο μυχοῖο