Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἐσθλῆς ἱμείρουσιν· ὁ δʼ ἔξοχον ὅν κεν ἴδηται
  2. ἀσπαλιεύς, τῷ δαῖτα παρέσχεθεν· αὐτὰρ ὁ λάβρως
  3. δῶρα χανὼν δύσδωρα μετέδραμεν· ἔνθεν ἔπειτα
  4. ἀλκὴν ἀμφοτέρων θηήσεαι, οἷος ἄεθλος
  5. μαρναμένων ἀνδρός τε καὶ ἰχθύος ἑλκομένοιο·
  6. τοῦ μὲν γὰρ σθεναροί τε βραχίονες ἠδὲ μέτωπα
  7. ὦμοί τʼ αὐχένιοί τε παρασφύριοί τε τένοντες
  8. ἀλκῇ κυμαίνουσι καὶ ἠνορέῃ τανύονται·
  9. αὐτὰρ ὅ γʼ ἀσχαλόων ὀδύνης ὕπο μάρναται ἰχθύς,
  10. ἕλκων αὖ ἐρύοντα, βιώμενος εἰς ἅλα δῦναι,
  11. ἄσχετα μαιμώων· ὁ δὲ κέκλεται ἄνδρας ἑταίρους
  12. ἐμπίπτειν ἐλάτῃσι· διωκομένης δʼ ἀκάτοιο
  13. ἔμπαλιν ἐκ πρύμνης ὅλος ἕλκεται ἰχθύος ὁρμῇ·
  14. κλάζει δʼ ὁρμιή, χειρὸς δʼ ἀπολείβεται αἷμα
  15. πριομένης· ὁ δʼ ἄρʼ οὔτι βαρύν μεθίησιν ἀγῶνα.
  16. ὡς δὲ δύω μεμαῶτες ὑπέρβιοι ἀνέρες ἀλκὴν
  17. ἅμματʼ ἐπʼ ἀλλήλοισι τιταινόμενοι βιόωνται
  18. ἑλκῦσαι, ῥιπῇσιν ὀπισθοφόροις ἐρύοντες,
  19. δηρόν τʼ ἀμφότεροι καμάτων ἴσα μέτρα φέροντες
  20. ἐμμενέως ἕλκουσι καὶ ἐμμενέως ἐρύονται·