Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὣς τοῖς, ἰχθυβόλῳ τε καὶ ἰχθύϊ, νεῖκος ὄρωρε,
  2. τοῦ μὲν ἀπαΐξαι, τοῦ δʼ ἑλκέμεν ἱμείροντος.
  3. οὐ μέν μιν λείπουσιν ἐν ἄλγεσιν ἰχθύες ἄλλοι
  4. ἀνθίαι ἀλλʼ ἐθέλουσιν ἀμυνέμεν, ἐν δέ οἱ αὐτῷ
  5. νῶτα βίῃ χρίμπτουσι καὶ ἐμπίπτουσιν ἕκαστος,
  6. ἄφρονες, οὐδʼ ἐνόησαν ἑὸν τείροντες ἑταῖρον.
  7. πολλάκι καὶ θώμιγγα λιλαιόμενοι γενύεσσι
  8. ῥῆξαι ἀμηχανόωσιν, ἐπεὶ στόμα τοῖσιν ἄοπλον.
  9. ὀψὲ δέ μιν καμάτῳ τε καὶ ἄλγεσι μοχθίζοντα
  10. πυκναῖς τʼ εἰρεσίῃσι βιώμενος ἔσπασεν ἀνήρ·
  11. εἰ δʼ ἄρα οἱ καὶ τυτθὸν ὑπείξεται, οὔ μιν ἔπειτα
  12. ἐλεύσει· τοῖον γὰρ ὑπερφίαλον σθένος αὐτῷ.
  13. πολλάκι δʼ ὀξύπρωρον ὑπὲρ ῥάχιν ἔτμαγε δάψας
  14. ὁρμιήν, ἀπὸ δʼ ᾖξε λιπὼν κενὸν ἀγρευτῆρα.
  15. τοῖον καὶ κάλλιχθυς ἔχει σθένος ἠδὲ γενέθλη
  16. ὀρκύνων ὅσσοι τε δέμας κητώδεες ἄλλοι
  17. πλάζονται· τοίοις δὲ βραχίοσιν ἀγρώσσονται.
  18. ἄλλους δʼ αὖ βρώμῃσι καὶ εἰλαπίνῃσι δολώσας
  19. ἀγρώσσει ἁλιεύς· ἀγαθὸς δέ οἱ ἔσσεται ἰχθὺς
  20. κάνθαρος, ὃς πέτρῃσιν ἀεὶ λεπρῇσι γέγηθε.