Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἄλλοι δʼ ἰφθίμῳ τε βίῃ καὶ κάρτεϊ γυίων
  2. πειθόμενοι μέγαν ἆθλον ἐπʼ ἀνθίῃ ὁπλίζονται,
  3. οὐ φιλίην, οὐ σῖτα πονεύμενοι, ἀλλʼ ἐς ἀκωκὴν
  4. ἀγκίστρου σπεύδουσι καὶ ἠνορέῃ βιόωνται.
  5. χαλκοῦ μὲν σκληροῖο τετυγμένον ἠὲ σιδήρου
  6. ἄγκιστρον πέλεται, δίχα δὲ γλωχῖνες ἔχουσιν
  7. ἀμφίδυμοι μέγα πεῖσμα λινόστροφον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  8. λάβρακα ζώοντα παρήλασαν, εἴ σφι παρείη·
  9. εἰ δὲ θάνοι, τάχα οἵ τις ὑπὸ στόμα θῆκε μόλιβδον,
  10. δελφῖνʼ ὃν καλέουσιν· ὁ δὲ βρίθοντι μολίβδῳ
  11. κλίνει τʼ ἀγκλίνει τε κάρη ζώοντι ἐοικώς.
  12. θώμιξ δὲ κρατερή τε καὶ εὔπλοκος· ἀλλʼ ὅτε δοῦπον
  13. ἀνθίαι εἰσαΐοντες ἀναθρώξωσι θαλάσσης,
  14. ἄλλοις μὲν μέλεται κώπης πόνος, αὐτὰρ ὅ γʼ ἄκρης
  15. ἐκ πρύμνης ἁλιεὺς δόλον ἀγκύλον εἰς ἅλα πέμπει,
  16. ἦκʼ ἀναδινεύων· οἱ δʼ αὐτίκα πάντες ἕπονται
  17. νηΐ τε καὶ φεύγοντι δεδορκότες εἴκελον ἰχθὺν
  18. σπεύδοντες μετὰ δαῖτα παραφθαδὸν ἀΐσσουσιν
  19. ἀλλήλων· φαίης κεν ἐπʼ ἀνέρα δήϊον ἄνδρα
  20. γούνατʼ ἐλαφρίζειν πεφοβημένον· οἱ δʼ ἄρα νίκης