Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δή ῥα τόθʼ ὁρμιὴν μὲν ἀναψάμενος χερὶ λαιῇ
  2. ἕζεται, ἀγκίστρου δὲ βέλος κρατερόν τε θοόν τε
  3. ὁπλίζει, καὶ τοὺς μὲν ἀπέτραπε χειρὶ κελεύων
  4. πάντας ὁμῶς ἢ λᾶαν ἑλὼν ἔρριψε καθʼ ὕδωρ·
  5. οἱ δʼ ἐπὶ τῷ δύνουσιν, ὀϊόμενοι βόσιν εἶναι·
  6. τῶν δʼ ἕνα μοῦνον ἔλειπεν ἀπόκριτον, ὅν κʼ ἐθέλῃσι,
  7. δύσμορον, ὑστατίοισι κεχαρμένον ἐν δείπνοισι·
  8. ἄγκιστρον μὲν ὄρεξεν ὑπεὶρ ἁλός· αὐτὰρ ὅ γʼ ἄτην
  9. καρπαλίμως ἥρπαξεν, ὁ δʼ ἔσπασεν ἀμφοτέρῃσι
  10. θερμὸς ἀνήρ, ὠκεῖαν ἑλὼν καὶ ἐπίκλοπον ἄγρην·
  11. λήθει δʼ ἀνθιέων ἄλλον χορόν· ἤν γὰρ ἴδωνται
  12. ἢ σμαραγὴν ἀΐωσι δυσαγρέος ἑλκομένοιο,
  13. οὐκέτι οἱ τόσα δεῖπνα παρέσσεται, ὥς κεν ἵκοιντο
  14. αὖτις ὑποτροπάδην, ἀπὸ δʼ ἔπτυσαν ἐχθήραντες
  15. καὶ κομιδὴν καὶ χῶρον ὀλέθριον· ἀλλά τις εἴη
  16. ἴφθιμος, κρατερῶς δὲ βιησάμενός μιν ἀνέλκοι,
  17. ἢ καὶ δεύτερος ἄλλος ἐφαπτέσθω καμάτοιο·
  18. ὧδε γὰρ οὐ φρονέοντες ἑὴν δολομήχανον ἄτην
  19. αὐτοὶ πιανθέντες ἐοικότα πιαίνουσιν·
  20. αἰεὶ δʼ, εὖτʼ ἐθέλῃσθα, παρέσσεται εὔστοχος ἄγρη.